ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΒΑΡΔΑΤΟΥ


ΤΗ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΥ



Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου.
Σ υ ν α ξ ά ρ ι ο ν

Τὴ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου, ἥτις συνέβη ἐν τοῖς χρόνοις Ἀρκαδίου τοῦ Βασιλέως.

Στίχοι

· Φανέντες ἐκ γῆς Μάρτυρες κεκρυμμένοι,

· Αἴρουσι πᾶσαν ἐκ προσώπου γὴς βλάβην.

· Εἰκάδα δευτερίην ἀνὰ σεπτὰ φάνη χθονὸς Ὀστά.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἀθανασίου, τοῦ ἐν τῷ Παυλοπετρίω.

Στίχοι

· Ἀθανάσιος, θρέμμα Παυλοπετρίου,

· Ἀποστόλοις σύνεστι, Παύλω καὶ Πέτρω.



Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Ἀνθοῦσα, καὶ οἱ δώδεκα αὐτῆς οἰκέται, ξίφει τελειοῦνται.

Στίχοι

· Εὔνους ἐφεῦρες, Ἀνθοῦσα, τοὺς οἰκέτας,

· Ξίφει θανούση, συνθανόντας σοὶ ξίφει.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Συνετὸς ξίφει τελειοῦται.

Στίχοι

· Ψάλλει Συνετὸς καὶ πὲρ ἐκθνήσκων ξίφει,

· «Βλέπων ἀσυνετοῦντας ἐξετηκόμην».



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν Θαλασσίου καὶ Λιμναίου.

Στίχοι

· Λιμὴν Λιμναῖον καὶ Θαλάσσιον φέρει,

· Ὥς πὲρ Θάλασσαν ἐκφυγόντας τὸν βίον.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Τελεσφόρος, Ἐπίσκοπος Ῥώμης, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Ἠνεγκε καρπὸν τὴ τομὴ Τελεσφόρος,

· Τελεσφορήσας εὐγενὴς οἵα σπόρος.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρδάτου.

Στίχοι

· Ἐν γῆ νεκρώσας, ὡς λέγει Παῦλος, μέλη,

· Ζωῆς μετέσχεν ἐν πόλῳ Βαρδᾶτος.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ