ΑΓΙΟΥ ΠΑΤΡΟΣ ΤΑΡΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ


ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΥ



Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Σ υ ν α ξ ά ρ ι ο ν

Τὴ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Στίχοι

· Ἄκλειστος ὅρμος Ταράσιον λαμβάνει,

· Κόσμου ταραχῆς, καὶ ζάλης σεσωσμένον.

· Εἰκάδι ἐκ ταράχοιο Ταράσιος ἔπτατο πέμπτη.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Ἀλέξανδρος ξίφει τελειοῦται.

Στίχοι

· Τὸν Ἀλέξανδρον δίσκος εἶδεν ἠλίου,

· Ὑπὲρ Χριστοῦ τμηθέντα, δόξης Ἠλίου.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ῥηγίνου, ἐπισκόπου Σκοπέλου.

Στίχοι

· Ἀσειτος εἶ Ῥηγίνε τὴν προθυμίαν,

· Κὰν δεινὸν ἐνσείσωσι πυκνὰ σοὶ ξίφη.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Ἀντώνιος πυρὶ τελειοῦται.

Στίχοι

· Ἐνθέντες Ἀντώνιον εἰς πὺρ οἱ πλάνοι,

· Ἔψουσιν ὄψον νόστιμον τῶ Κυρίω.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Θεόδωρος, ὁ διὰ Χριστὸν σαλός, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Ἑκων ἀμείψας, ὦς ὁ Δαυϊδ, τὰς φρένας,

· Βίον διέδρας, οὐ τὸν Ἀγχοὺς παμμάκαρ.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Μάρκελλος, Ἐπίσκοπος Ἀπαμείας τῆς Κύπρου, ξίφει τελειοῦται.

Στίχοι

· Σπένδεις Θεῷ, Μάρκελλε, θερμῶ τῶ πόθω,

· Θερμοὺς σταλαγμοὺς αἱμάτων ἐξ αὐχένος.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ