ΘΑΛΑΣΣΗΣ, ΤΟ ΕΡΥΘΡΑΙΟΝ ΠΕΛΑΓΟΣ, ΑΒΡΟΧΟΙΣ ΙΧΝΕΣΙΝ....
Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμω ἐτροπώσατο.
Τὴν βάσιν, ἐπὶ τὴν πέτραν θέμενος, Πάτερ τῆς πίστεως, τῶν πειρασμῶν οὐκ ἔπτηξας ὁρμᾷς, ἀλλ' ἀσάλευτος ἔμεινας, ὡς ἀρετῆς ὑπέρμαχος, τῆς βασιλείας ὡς ἐπώνυμος.
Ἡ χάρις, τοῦ παναγίου Πνεύματος, σὲ δυναμώσασα, τῶν ἀλγεινῶν μαστίγων καρτερεῖν, τὰς νιφάδας ἐνίσχυσε, καὶ νικηφόρον ἔδειξε, κατὰ τυράννου ματαιόφρονος.
Συνάθλου, καὶ στρατιώτου ἔμφρονος, Πάτερ ἐπέτυχες, ταὶς ἀρεταὶς προκόπτοντος ἀεί, μεθ' οὗ χαίρων πανόλβιε, τῆς σταθηρᾶς ἀθλήσεως, διηγωνίσω τὸ μαρτύριον.