ΣΤΕΡΕΩΣΟΝ ΗΜΑΣ ΕΝ ΣΟΙ ΚΥΡΙΕ....ΠΑΜΜΑΚΑΡ ΔΙ΄ ΑΣΚΗΣΕΩΣ.

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὃ ξύλω νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σέ.
Ἐλαία ψαλμικῶς εἰπεῖν κατάκαρπος, ἐγένου Πολύκαρπε θεοφάντορ, ἐν τῷ οἴκω τοῦ Κυρίου σου, ἱλαρότητα φέρων τοῦ κηρύγματος.
Ἰθύνας ἐμμελῶς θεομακάριστε, τὸν νοῦν σου προστάγμασι τοῦ Σωτῆρος, ἐπαξίως ἐχρημάτισας, τῆς αὐτοῦ Ἐκκλησίας ποιμὴν ἄριστος.
Ὁλόκληρον σαυτὸν Χριστῷ προσήγαγες, ὡς ζώσαν θυσίαν τῶ μαρτυρίω, συνειδήσεως μαρτύριον, προαθλήσας Παμμάκαρ δι' ἀσκήσεως.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ