ΕΞΕΣΤΗ ΤΑ ΣΥΜΠΑΝΤΑ...ΥΔΩΡ ΑΕΙΖΩΟΝ, ΚΑΙ ΤΡΥΦΗΝ ΚΑΤΕΣΚΗΝΩΣΕ.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τὴ θεία δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοὶς ὑμνούσί σε, τὴν εἰρήνην βραβεύουσα.
Τοῦ λόγου τὴ σύριγγι, τὴν ποίμνην σου Ταράσιε, ἐπὶ τὰς νομὰς τῆς εὐσεβείας, καὶ ἐπὶ ὕδωρ τῆς θείας γνώσεως, καὶ εἷς τὰς ἐπαύλεις τοῦ Χριστοῦ, ἴθυνας ἄλώβητον, ταύτην τηρῶν πρεσβείαις σου.
Ἄρματι χρησάμενος, τῶν ἀρετῶν Ταράσιε, δι' αὐτῶν πρὸς ὕψος θεωρίας, ἀνεβιβάσθης καὶ τὰ ἀθέατα, εἶδες διανοίας ὀφθαλμοίς, κάλλη τοῦ Δεσπότου σου, ὧν νοϊ κατετρύφησας.
Ῥεῖθρον τὴν προαίρεσιν, ἐλέου ἀνεξάντλητον, ἔχων Ἱεράρχα δεομένοις, τῆς εὐποιϊας τοὺς ἀενάους κρουνούς, ἔβλυσας, διὸ σὲ ὁ Χριστός, πρὸς ὕδωρ ἀείζωον, καὶ τρυφὴν κατεσκήνωσε.