ΕΙΡΗΝΙΚΗ ΚΑΤΑΣΤΑΣΕΙ, ΕΙΛΙΚΡΙΝΕΙ ΔΙΑΘΕΣΕΙ, ΤΟΝ ΙΕΡΩΤΑΤΟΝ........ΤΗΣ ΑΓΙΑΣ ΝΗΣΤΕΙΑΣ.....

Εἰρηνικὴ καταστάσει, εἰλικρινεῖ διαθέσει, τὸν ἱερώτατον καιρόν, τῆς ἁγίας Νηστείας, ὑποδεξώμεθα πιστοί, αἰτοῦντες τὴν ἄφεσιν, ὧν ἕκαστος ἐπλημμέλησεν, ὅπως τῆς ἐκεῖθεν, ἐπὶ τύχωμεν χαράς.
Ἰδοὺ καιρὸς μετανοίας, ἡ προεόρτιος αὕτη, τῶν Νηστειῶν εἰσαγωγή, Διανάστα ψυχή μου, τῶ εὐεργέτη καὶ Θεῷ, θερμῶς διαλλάγηθι, τῆς κρίσεως, ὅπως φύγης ἐκείνης τῆς δικαίας, καὶ φρικτῆς ὡς ἀληθῶς.
Τῶν Νηστειῶν τὰς εἰσόδους, καὶ τὰ προπύλαια πάντες, μὴ καθαρίσωμεν κακῶς, ἀκρασία, καὶ μέθη, ἀλλ' ἐν ἁγνείᾳ λογισμῶν, προθύμως εἰσέλθωμεν, ληψόμιενοι ἀφθαρσίας στεφάνους, καὶ τῶν πόνων, ἐπαξίως τοὺς καρπούς.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ