ΓΗ ΣΥΜΠΑΣΑ ΚΥΡΙΕ.... ΑΠΑΥΣΤΩΣ ΤΟΝ ΚΥΡΙΟΝ....
Γῆ σύμπασα Κύριε, τῆς σῆς αἰνέσεως ἐπλήσθη, πᾶσαν γὰρ διέδραμε, τῶν θείων Μαθητῶν σου, ὁ φθόγγος ὁ ἔνθεος, ἐκ βυθοῦ ἀγνωσίας μεταστρέφων πρὸς γνῶσιν, ἀναμέλπουσαν, Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Ἡ χάρις ἡ ἔνθεος, τῆς μετανοίας ἐπεφάνη, σωτηρίαν φέρουσα, τοὶς ταύτης ἐντρυφῶσι, τὰ ἄθλα καὶ σκάμματα, τῶν ἱδρώτων καὶ κόπων, διὸ τρέχε ψυχή μου τῶ Δεσπότη σου, τῶν πολλῶν σου πταισμάτων ζητοῦσα, λαβεῖν τὴν συγχώρησιν.
Τὸ στάδιον ἤνοικται, τῆς θεοσδότου ἐγκρατείας, φαιδρὼς ὑπαντήσωμεν, οἱ χρήζοντες ἐλέους, διψᾷ γὰρ ὁ εὔσπλαγχνος, τὴν ἡμῶν σωτηρίαν, καὶ τοῦ δοῦναι συγγνώμην, ἐπεκτείνεται, τοὶς αὐτὸν ἐκζητοῦσι προθύμως, καὶ πόθω δουλεύουσι.
Νηστεία στομώθητι, εἰρηνευούση διανοία, θρέψον δὴ τὸν Κύριον, ψυχὴ τὴ εὐπραξία, ἀρετῆς ἐδέσματα, ὡς εὐώδεις θυσίας, προσκομίζουσα τούτω, καὶ κραυγάζουσα, Εὐλογεῖτε τὰ ἔργα, ἀπαύστως τὸν Κύριον.