Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 28 Φεβρουαρίου 2009

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΡΟΤΕΡΙΟΥ

ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΥ



Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου τοῦ Ὁμολογητοῦ, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου τοῦ Δεκαπολίτου.
Σ υ ν α ξ ά ρ ι ο ν

Τὴ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου.

Στίχοι

· Ὁ Βασίλειος Χριστὸν ἐν ψυχῇ φέρων,

· Ψυχὴν σκιὰς τίθησι τῆς αὐτοῦ χάριν.

· Κρύψαν ὑπὸ χθόνα εἰκόνα ὀγδοάτη Βασίλειον.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Προτερίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.

Στίχοι

· Ὁ Προτέριος σφάττεται τοὶς καλάμοις,

· Ὀξυγράφου κάλαμος ὧν κατὰ πλάνης.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος.

Στίχοι

· Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος ἐν ξύλῳ,

· Νέστωρ ἁπλωθείς, τὸ προφητικὸν φάναι.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Γυναικῶν Κύρας καὶ Μαράνας.

Στίχοι

· Καταξιοῦνται Μαράνα τε καὶ Κύρα,

· Σαρκὸς μαρασμῶ, κυριεύειν τοῦ πόλου.



Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐξ Αἰγύπτου ξίφει τελειοῦνται.

Στίχοι

· Ξίφει θανεῖν ἔγραψαν ἓξ Αἰγυπτίους,

· οἱ τοῦ χρόνου γράψαντες ἄθλους καὶ βίους.



Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Ἀπόστολοι Νυμφὰς καὶ Εὔβουλος ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

· Χριστοῦ φυτεία Χρισταπόστολοι δύο,

· Χριστῷ σύνεισιν Εὔβουλος Νυμφὰς ἅμα.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Βάρσος, Ἐπίσκοπος Δαμασκοῦ, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Πανήγυριν ῥέοντος ἐκλιπων βίου,

· Σύνεστι Βάρσος Ἀγγέλων πανηγύρει.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Ἀβίρκιος ξίφει τελειοῦται.

Στίχοι

· Χριστοῦ λατρευτῆς αὐχένα τμηθεὶς ξίφει,

· θεῶν λατρευτὰς Ἀβίρκιος αἰσχύνει.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.