...ΕΝ ΚΥΡΙΩ....ΕΤΟΙΜΑΖΟΥ Ω...ΑΥΤΩ...
Ἀσομαὶ σοὶ Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν.
Νηστεύων ὁ Κύριος ἀνθρωπίνως, πρὸς ὑποτύπωσιν ἡμῶν, νικᾷ τὸν πειράζοντα, δεικνὺς τὸ ἡμέτερον, καὶ ὅρους ὑπογράφων ἡμῖν.
Μωσὴς ὁ θειότατος ἐν Σιναίῳ, δι' ἐγκρατείας τῶ Θεῷ, πρόσωπον πρὸς πρόσωπον, λαλεῖν κατηξίωται, Αὐτὸν πιστοὶ ζηλώσωμεν.
Ἱλάσθητι Κύριε τῶ λαῶ σου, καὶ ἐπιβλέψας ὡς Θεός, ἰλέω σου ὄμματι, ἐπίσκεψαι ἅπαντας, τῶ πλήθει τοῦ ἐλέους σου.
Σοὶ πάντες προστρέχομεν Θεοτόκε, ὡς ὑπερμάχω ἀσφαλεῖ, εἰς πρεσβείαν κινούντές σε, λυτρώσασθαι τὴν ποίμνην σου ἐκ πάσης περιστάσεως.
Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου, διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
Ὁ θαυμάσιος Ἐνώχ, δι' ἐγκρατείας μετετέθη ἐκ γῆς, αὐτὸν ζηλοτυποῦντες, μετατεθῶμεν ἐκ φθορᾶς πρὸς ζωήν.
Προσευχαὶς καὶ νηστείαις, τὸν Λυτρωτὴν ἰλεωσώμεθα, συγχαίρει γὰρ ὁ Κτίστης, τὴ μετανοία τῶν κτισμάτων αὐτοῦ.
Ἑτοιμάζου ὧ ψυχή, καὶ προκαθαίρου, πρὸ τοῦ πάθους Χριστοῦ, ἵνα τῄ ἀναστάσει, πνευματικῶς συνεορτάσης αὐτῷ.