ΤΑΙΣ ΠΟΛΥΤΡΟΠΟΙΣ ΙΔΕΑΙΣ ΤΩΝ ΒΑΣΑΝΩΝ

Ταὶς πολυτρόποις ἰδέαις τῶν βασάνων, ἐναπεκδυσάμενοι τοὺς τῆς νεκρώσεως, χιτῶνας Μάρτυρες ἔνδοξοι, τῆς ἀφθαρσίας, θεῖον ἱμάτιον ἐνεδύσασθε, καὶ νὺν τὰ οὐράνια περιπολεύετε, τῶ θεϊκῶ θρόνω πάντοτε, παρεστηκότες, λελαμπρυσμένοι θεομακάριστοι, ὅθεν ἐν πίστει τὴν ὑπέρλαμπρον, μνήμην ὑμῶν ἑορτάζομεν, καὶ λειψάνων τήν θήκην, Ἱερῶς περιπτυσσόμεθα.
Ἐξ ἀσθενείας βροτῶν δύναμις θεία, ἰάσεων πρόεισι τοὶς προσπέλάζουσι, κόνις βραχεῖα τοῦ σώματος, τῶν Ἀθλοφόρων, πηγὰς θαυμάτων βρύει ἐν χάριτι, προσέλθωμεν ἄνθρωποι καὶ ἀρυσώμεθα, ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος, ἀναβοῶντες, χαριστηρίους φωνὰς καὶ λέγοντες, Σῶτερ τοῦ κόσμου, δι' ὃν ἤθλησαν, οἱ σεπτοὶ Ἀθληταὶ καρτερώτατα, ταὶς αὐτῶν ἱκεσίαις, πάσης βλάβης ἐλευθέρωσον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ