ΑΣΜΑ ΑΝΑΠΕΜΨΩΜΕΝ ΛΑΟΙ .... ΚΤΙΣΤΗ, ΑΠΟΛΟΓΟΥΜΕΝΟΣ.

Ἄσμα ἀναπέμψωμεν λαοί, τῶ θαυμαστῶ Θεῷ τῶ ἡμῶν, ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἒκ δουλείας, ὠδὴν ἐπινίκιον ἄδοντες καὶ βοῶντες, Ἀσωμὲν σοί, τῶ μόνω Δεσπότη.
Πάντες δυσωπήσωμεν Χριστόν, τελοῦντες μνήμην σήμερον, τῶν ἀπ' αἰῶνος νεκρῶν, ἵνα τοῦ αἰωνίου πυρὸς αὐτοὺς ῥύσηται, πίστει κεκοιμημένους, καὶ ἐλπίδι ζωῆς αἰωνίου.
Βάθει τῶν κριμάτων σου Χριστέ, πανσόφως σὺ προώρισας, ἑκάστου τέλος ζωῆς, τὸν ὅρον καὶ τὸν τρόπον, διὸ οὓς ἐκάλυψε τάφος, ἐν πάσῃ χώρα, ἐν τῇ κρίσει, σῶσον Πανοικτίρμον.
Ὅρους τῆς ζωῆς ἡμῶν ὁ δούς, διὸ τοὺς ἀφυπνώσαντας ἐκ τῆς τοῦ βίου νυκτός, ἡμέρας ἀνεσπέρου, υἱοὺς δεῖξον, Κύριε, Ἱερεῖς ὀρθοδόξους, Βασιλεῖς τε, καὶ πάντα λαόν σου.
Οὓς πὲρ κατεκάλυψεν ὑγρά, καὶ πόλεμος ἐθέρισε, σεισμος δὲ οὓς συνέσχε, καὶ ἔκτειναν φονῶντες, καὶ πὺρ οὓς ἐτέφρωσε, τῶν πιστῶν Ἐλεῆμον, ἐν μερίδι, τάξον τῶν Δικαίων.
Πάντα παρορῶν τὰ τῆς σαρκός, ὀφλήματα Σωτὴρ ἡμῶν ἐν πάσῃ ἡλικία, παντὸς γένους ἀνθρώπων, πρὸ τοῦ κριτηρίου σου, στῆσον ἀκατακρίτους, σοὶ τῶ Κτίστη, ἀπολογουμένους.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ