ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ ΕΙΡΓΑΣΑΤΟ...
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοὶς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τῆς Παρθένου ὁ βλαστὸς σὲ ὑπὲρ ἅπαντας, ἔφη ἐν γεννητοῖς γυναικῶν, ὡς γὰρ ἄσαρκος καὶ ἰσάγγελος ἐπὶ τῆς γῆς, αὐτῷ πεπολίτευσαι βοῶν, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐν νηδὺϊ τῆς Παρθένου τὸν σκηνώσαντα, ἔγνως στειρωτικῆς ἐκ γαστρός, καὶ χρησάμενος, τὴ μητρῷα Πρόδρομε φωνή, σκιρτῶν ἀνεκραύγαζες αὐτῷ, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μεμακάρισται τῶ ὄντι ἐν ταῖς πόλεσιν, αὕτη νὺν παναοίδιμε, κτησαμένη σε, πολιοῦχον, Πρόδρομε Χριστοῦ, διὸ ἑορτάζουσα βοᾷ, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.