ΕΚ ΦΛΟΓΟΣ .....ΩΠΛΙΣΜΕΝΟΣ ΔΥΝΑΜΕΙ ΤΟΥ ΘΕΙΟΥ ΠΝΕΥΜΑΤΟΣ....
Ἐκ φλογὸς τοὶς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω τῶ βούλεσθαι, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Λελυμένος τῆς ϋλης καὶ πρὸ θανάτου ὀφθείς, μετετέθης ἐντεῦθεν πρὸς τὴν ἀκήρατον, Ὅσιε ζωήν, τῶ θανάτω χρησάμενος, κλίμακι προσφόρω, Προκόπιε θεόφρον.
Πεπλησμένος ἐφάνης φωτὸς τῆς πίστεως, καὶ πρὸς ἄδυτον φέγγος Πάτερ ἐφοίτησας, πᾶσαν ὑλικήν, ἀποθέμενος ἔφεσιν, ὅθεν σὲ τιμῶμεν, Προκόπιε θεόφρον.
Ὡπλισμένος δυνάμει τοῦ θείου Πνεύματος, πονηρίας πνευμάτων ἐτρέψω φάλαγγας, ὅθεν οὐρανῶν, πύλαι σοὶ ἠνεώχθησαν, Μάκαρ ἀνυμνοῦντι, Χριστὸν εἰς τοὺς αἰῶνας.