ΕΞΕΤΕΙ ΤΑΣ ΠΑΛΑΜΑΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ...
Ἐξέτει τας παλάμας ἐν τῷ Σταυρῶ σου, ἐνέκρωσας νεκρώσει σου τὴν κατάραν, ἐζώωσας τῶ πάθει σου τοὺς ἀνθρώπους, διὸ ὑμνούμέν σου, τὴν θείαν Σταύρωσιν, Ἰησοῦ φιλάνθρωπε ὁ Θεὸς ἡμῶν.
Τὴ βρώσει τὴ τοῦ ξύλου θανατωθέντες, τῶ ξύλω ἐζωώθημεν τοῦ Σταυροῦ σου, Αὐτὸν οὖν σοὶ προσάγομεν εἰς πρεσβείαν, χάριν καὶ ἔλεος, ἡμῖν κατάπεμψον, εὐεργέτα Δέσποτα πολυέλεε.
Τὰ πρόθυρα ἠνέωκται τῆς νηστείας, τὸ στάδιον ἐγγίζει τῆς ἐγκρατείας, ζεούσή προθυμία διανιστῶμεν, ὑποδεξόμενοι, δῶρον θεόσδοτον, ἀναστέλλον καύσωνα παραπτώσεων.
Ὁ χρόνος ὁ μακάριος τῆς νηστείας, ἀκτῖνας ἀποστίλβων τῆς μετανοίας, ἀνέτειλε, προσέλθωμεν φιλοτίμως, ἐκτιναξάμενοι, σκότος βαθύτατον, ῥαθυμίας ἅπαντες ἀγαλλόμενοι.
Νηστείαν ἁγιάσωμεν φιλοφρόνως, κηρύξωμεν ἐγκράτειαν παθημάτων, βοήσωμεν ἐν δάκρυσι, τῶ Δεσπότη, Δὸς ἡμῖν Κύριε, χάριν συμπράττουσαν, εἰς τὰ σὰ θελήματα πολυέλεε.
Δεξάμενοι τὸ δώρημα τῆς νηστείας, δοξάσωμεν τὸν δόντα εἰς σωτηρίαν, καὶ τοῦτο ἐργασώμεθα ἐπιπόνως, ἵνα τὴν ἄφεσιν, τῶν ἑπται σμένων ἡμῖν, ἐκ χειρὸς δεξώμεθα τοῦ ποιησαντος