ΣΤΑΥΡΩ ΤΑΣ ΧΕΙΡΑΣ ΠΡΟΣΗΛΩΘΕΙΣ....ΕΠΤΑΙΣΜΕΝΩΝ ΗΜΙΝ
Σταυρῶ τὰς χείρας προσηλωθείς, λόγχη τὴν πλευρὰν διανυγείς, τὸ γραμματεῖον φιλάνθρωπε, τοῦ παραπεσόντος Ἀδὰμ διέρρρηξας, διὸ σὲ Ζωοδότα ὕμνοις δοξάζομεν.
Δολίως ὄφις ὁ πονηρός, πάθη ἐπιθεὶς μοὶ ψυχικά, τοῦ Παραδείσου ἐξώρισε, σὺ δὲ τὰς παλάμας, ἐν τῷ Σταυρῶ προσπαγείς, πρὸς ὕψος ἀφθαρσίας Σῶτερ ἀνείλκυσας.
Ὁ τῆς νηστείας θεῖος καιρός, πάθη ἐκκαθαίρων ψυχικά, καὶ ψυχικοὺς πλύνων μώλωπας, ἦλθε νὺν ἐπέστη, πιστοὶ συνδράμωμεν, καὶ τοῦτον φιλοφρόνως ὑποδεξώμεθα.
Καιρὸς ἐπέφανεν ἀγαθός, θείαν εὐφροσύνην τῆς ψυχῆς, ἄπαν ἐνδύων τὸ πρόσωπον, δεῦτε γηθοσύνως τοῦτον δεξώμεθα, νηστεία καὶ δεήσει προκαθαιρόμενοι.
Νηστείαν, δάκρυα, προσευχήν, ἦθος ταπεινὸν τῶ δι' ἡμᾶς, ταπεινωθέντι προσάξωμεν, ὅπως ἐν ἡμέρα τῆς ἐγκρατείας, συγχώρησιν βραβεύση τῶν ἑπταισμένων ἡμῖν.