ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ....ΝΙΚΗΦΟΡΟΥΣ ΑΠΕΡΓΑΣΗΤΑΙ....
Ἐξέστη ἐπὶ τούτω ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοὶς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν, διὸ σὲ Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.
Ἰδοὺ ὁ φωτοφόρος ἦλθε καιρός, ἡ ἁγία ἡμέρα, ἐπέλαμψε, τὰ σκοτει νά, πάθη σου ἀπόφευγε, ὧ ψυχή, καὶ τὰς αὐγὰς ὑπόδεξαι, τὰς καθοδηγούσας σὲ πρὸς τὸ φῶς, κατάνυξιν ὡς οἶνον, πίνουσα ἐπευφραίνου, καὶ ἡδονῶν τὴν μέθην μίσησον.
Ὡς ὄντως ἀγαθώτατος ὁ καιρός, τῆς νηστείας Χριστέ, ὃν πὲρ δέδωκας, πᾶσι πιστοίς, εἰς ἁμαρτημάτων ἀποτροπάς, καὶ ἱλασμὸν σωτήριον, καὶ τῶν χαρισμάτων ὑποδοχήν, ἐν ὧ σὲ δυσωποῦμεν, μετόχους Σωτὴρ πάντας, τῶν ἀγαθῶν σου ἡμᾶς ποίησον.
Συνήθως τὰ ἐλέη σου ἐφ' ἡμᾶς, ἐπιρραίνων Οἰκτίρμον τὰ πλούσια, δίδου ἡμῖν, δάκρυα καθαίροντα μολυσμοῦς, καὶ λογισμοὺς ποθούντάς σε, πίστιν καὶ ἀγάπην εἰλικρινῆ, μετάνοιαν πλουσίαν, οἰκείωσιν τελείαν, πρὸς σὲ τὸν μόνον Πολυέλεον.
Ἡ πάντων τῶν Ἀγγέλων θεία πληθύς, καὶ Ἁγίων χοροὶ ἀξιάγαστοι, τὸν ἀγαθόν, νὺν ἐκδυσωπήσατε ἐκτενῶς, ὅπως τὸ θεῖον στάδιον, τοῦτο τῆς νηστείας τὸ ἐνεστώς, δραμεῖν ἀνεμποδίστως, ἡμᾶς ἐνδυναμώση, καὶ νικηφόρους ἀπεργάσηται.