ΤΗΝ ΔΕΗΣΙΝ ΕΚΧΕΩ ΠΡΟΣ ΚΥΡΙΟΝ... ΤΟΥ ΜΑΝΕΝΤΟΣ ΦΘΟΡΟΠΟΙΑ, ΔΟΛΕΡΩΣ ΥΠΟΣΠΕΙΡΟΝ ΔΙΔΑΓΜΑΤΑ...

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῶ Ἅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνάς, Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.
Ἐφέσεως ἀληθοῦς ἐπέτυχες, ἐγκρατεία ταπεινώσας τὰ πάθη, καὶ πρὸς Θεόν, προσεχώρησας χαίρων, καὶ ὀρεκτῶν ἀκροτάτω παρίστασαι, Πορφύριε Ἱεραρχῶν, καὶ Ποιμένων κανὼν ἀκριβέστατος.
Νοήσας σου τῆς ψυχῆς τὸ ὡραῖον, καθωράθη ἐν σταυρῷ ἡπλωμένος, ὁ ὑψωθείς, ἐν αὐτῷ ἑκουσίως καὶ τὴν αὐτοῦ φυλακὴν ἐγχειρίζει σοί, ἐμφαίνων σοὶ τὴν πρὸς αὐτόν, καὶ στοργὴν καὶ τελείαν οἰκείωσιν.
Ὡς Πέτρου τοῦ Κορυφαίου τὸν ζῆλον, καὶ τὴν πίστιν θεηγόρε πλουτήσας, τῶ τμητικῶ, εὐσεβείας σου λόγῳ, τὸ κακουργὸν ἐθανάτωσας γύναιον, τοῦ Μάνεντος φθοροποιά, δολερῶς ὑποσπεῖρον διδάγματα.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ