ΥΠΕΡΑΓΑΘΕ ΛΟΓΕ...ΠΥΡΟΣ ΜΕ ΕΞΑΡΠΑΣΟΝ....
Ὑπεράγαθε Λόγε σὺν τῶ Πατρί, καὶ τῶ Πνεύματι κτίσας τὰ ὁρατά, ὁμοῦ καὶ ἀόρατα, ἐν ἀρρήτῳ, σοφία σου, τῆς φαιδρᾶς Νηστείας, καιρὸν διανύσασθαι, ἐν εἰρήνῃ βαθεῖα, εὐδόκησον ἐϋσπλαγχνε, λύων τὴν ἀπάτην, τῆς πικρᾶς ἁμαρτίας, παρέχων κατάνυξιν, καὶ ἰάσεων δάκρυα, καὶ πταισμάτων συγχώρησιν, ἵνα ἀδιστάκτω ψυχή, ἐν προθύμῳ τῶ πνεύματι νηστεύοντες, σὺν ἀγγέλοις ὑμνοῦμεν τὸ κράτος σου.
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῶ κόσμω ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις, ἔσχες τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον, ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, καὶ πίστει δοξάζω σε, τοῦ ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοὶ δώρησαι, καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανάμωμε.
Ὡς ὄρθρος ἐξέλαμψεν, ἡμῖν τῆς μετανοίας, ἀκτῖνας τὰ προπύλαια, λαμπρῶς τῆς ἐγκρατείας.
Τοῦ σκότους μὲ λύτρωσαι, Χριστὲ τοῦ ἐξωτέρου τῶ πλήθει τοῦ ἐλέους σου, ὡς μόνος ἐλεήμων.
Πυρὸς μὲ ἐξάρπασον, καὶ σκώληκος Σωτήρ, τοῦ ἀκοιμήτου, μετανοίας ἐμμελεία καθαρθέντα.