ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ....ΩΦΘΗΣ ΠΑΝΟΛΒΙΕ....
Χείρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σῶμα θεοφόρε καὶ τὸν νοῦν, εἰς ὁλοκάρπωσιν, Χριστῷ προσήγαγες, ὦς ὁλοκαύτωμα τέλειον, τῶ πυρὶ τῆς συνειδήσεως, καὶ τὴ φλογὶ τῶν αἰκισμῶν ὁλοκαυτούμενον, καὶ κραυγάζεις, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Κατεδίωξάς σου τοὺς ἐχθρούς, καὶ διωκόμενος, Πάτερ κατέλαβες, καὶ κατεπάτησας Ὅσιε, τὴν ὀφρὺν τὴν ὑψηλόφρονα, ἀνηρημένους κατιδῶν τοὺς σὲ μαστίξαντας, καὶ κραυγάζων, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὡς τὶς περιδέξιος ἡμῖν, τοὶς φοιτηταῖς ἀριστεύς, ὤφθης Πανόλβιε, τὴ πρὶν ἀσκήσει γὰρ ἄθλησιν, ἀνδρικώτατα προστέθεικας, συναθλητὴν τὸν μαθητὴν ἔχων Προκόπιον, καὶ βοῶντα, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.