ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ , ΤΗΝ ΑΠΟΡΡΗΤΟΝ.... ΗΛΙΟΝ ΕΓΝΩΣ ΤΟΝ ΧΡΙΣΤΟΝ....ΠΑΤΕΡ ΟΣΙΕ...

Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος, διὸ τήν ἄχραντον Θεοτόκον, οἱ Πιστοὶ μεγαλύνομεν.
Ἱστίω Πάτερ νοητῶ, ἐκπεράσας τὸ τοῦ βίου κλυδώνιον, οἰακιζόμενος, παλάμη θεία τοῦ Παντοκράτορος, πρὸς τοὺς λιμένας τῆς ζωῆς, σοφῶς κατέπλευσας, χαρὰς λαβόμενος αἰωνίου, καὶ τερπνῆς ἀπολαύσεως.
Ὥριμος πλήρης ἡμερῶν, τῶν τοῦ Πνεύματος γενόμενος Ὅσιε, καὶ τὴν ἀπάθειαν, ὡς διπλοϊδα περιβαλλόμενος, ἱερωσύνης στολισμῶ, λάμπων μεταβέβηκας, εἰς φῶς ἀνέσπερον, τοῦ Κυρίου καθορᾶν τὴν τερπνότητα.
Στόματι θεῖον γλυκασμόν, ἀρυσάμενος, ἠρεύξω Μακάριε, λόγον σωτήριον, παθῶν πικρίαν ἀποδιώκοντα, καὶ γλυκασμῶ πνευματικῶ, πάντας ἐνηδύνοντα, τοὺς τὴν ἐτήσιον ἐκτελούντάς σου θεόφρον πανήγυριν.
Ἥλιον ἔγνως τὸν Χριστόν, ὁμιλήσαντα ἡμῖν μετὰ σώματος, καὶ ταὶς λαμπρότησι ταὶς τούτου Πάτερ, ψυχῆς τὰ ὄμματα, καταυγασθεὶς ὁλολαμπής, ἀστὴρ ἐχρημάτισας, θέσει θεούμενος, ἱερὲ θαυματουργὲ Πάτερ Ὅσιε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ