ΤΡΙΣΑΡΙΘΜΟΙ ΜΑΡΤΥΡΕΣ

Τρισάριθμοι Μάρτυρες στερρῶς, ἀνταγωνισάμενοι, τοῖς ὠμοτάτως δικάζουσι, καὶ πεῖραν ἅπασαν, δριμυτάτων πόνων, πίστει ὑπομείναντες, τῆς ἄνω βασιλείας τύχετε. Διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Εὔτροπον, Κλεόνικον στερρόν, Βασιλίσκον ᾄσμασι, πνευματικοῖς εὐφημήσωμεν· πυρὶ γὰρ ἔφλεξαν, ἀθεΐας ὕλην, εὐσεβείας χάριτι, καὶ νῦν φωταγωγοῦσι τὰ πέρατα, θείοις πυρσεύμασιν, ὡς φωστῆρες διαυγέστατοι, ὡς τὴν πλάνην πᾶσαν ἀμαυρώσαντες.

Κάρας ἐκτεμνόμενοι ἐχθροῦ, κάραν συνετρίψατε, ὡραιοτάτοις ποσὶν ὑμῶν, γενναῖοι Μάρτυρες, ἀπλανεῖς ἀστέρες, ἱερεῖα ἔμψυχα, ναοῦ ἐπουρανίου κειμήλια, Εὔτροπε ἔνδοξε, Βασιλίσκε καὶ Κλεόνικε, τὴν εἰρήνην πᾶσιν ἐξαιτούμενοι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ