Αναρτήσεις

Προβολή αναρτήσεων από Οκτώβριος, 2026

Ῥείθροις αἱμάτων κατέσβεσας....

Ῥείθροις αἱμάτων κατέσβεσας, παναοίδιμε τὸ πῦρ τῆς ἀσεβείας, τῶν θαυμάτων ἡμᾶς, ἑκάστοτε δροσίζεις, τῷ νιφετῷ Ζηνόβιε, τοὺς ἐν πίστει σε ὑμνοῦντας. Θεῖον εἰς γνόφον ὑπεισδύσας, τὸν ἀθέατον ὡς θέμις ἐθεάσω, τὴν ψυχὴν καὶ τὸν νοῦν, φωτίζοντά σου Μάκαρ, εὐσεβοφρόνως μέλποντα· Ὁ Θεὸς εὐλογητὸς εἶ. Μάρτυς ὁμαίμων συμφρονοῦσα, καὶ τὰ ὅσια συμπράττουσά σοι πόθῳ, τῆς ἐκεῖθεν χαρᾶς, σὺν σοὶ καταξιοῦται, ἱερουργὲ Ζηνόβιε, μεθ' ἧς πίστει σε τιμῶμεν.

Τοὺς ἀληθείας Μάρτυρας, καὶ εὐσεβείας....

Τοὺς ἀληθείας Μάρτυρας, καὶ εὐσεβείας κήρυκας, τῶν ἀδελφῶν τὴν δυάδα τιμήσωμεν, ἐν θεοπνεύστοις ᾄσμασι, τὸν Ζηνόβιον ἅμα τῇ σεπτῇ Ζηνοβίᾳ, ὁμοῦ βιώσαντας, καὶ διὰ μαρτυρίου τευξαμένους στέφος ἄφθαρτον.

Τῷ μύρῳ τῆς χρίσεως τοῦ Πνεύματος....

Τῷ μύρῳ τῆς χρίσεως τοῦ Πνεύματος, κεχρισμένος Ζηνόβιε, ἱεράτευσας ὡς Ἄγγελος, Μαρτύρων ἐπὶ τέλει, κοσμηθεὶς στεφάνῳ. Ψυχῶν ἐπιμέλειαν δεξάμενος, γεωργίᾳ θείου Πνεύματος, καρποφόρους ταύτας ἔδειξας· διὸ τῆς τοῦ Κυρίου, χαρᾶς ἠξιώθης. Ὁμαίμων σοι σύμφρων ἀναδέδεικται, Ζηνοβία ὦ Ζηνόβιε· συναθλεῖν γὰρ σοι προῄρηται, καὶ σοὶ συναπολαύειν, τῆς ἐνθέου δόξης.