Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν. Ἐπ᾿ ὤμων ἀράμενοι, τὸν τοῦ Χριστοῦ Σταυρὸν ἀληθῶς, διηνύσατε τρίβον τὴν τῆς ἀσκήσεως, πᾶσαν ἀρετὴν ἐκτελοῦντες, ἕως αὐτήν, τὴν ὄντως ἀγήρω, ζωὴν κατειλήφατε, πανοικίᾳ στεφανούμενοι. Κατακυριεύσαντες, τοῦ τῆς σαρκὸς φρονήματος, τὸν τοῦ Πνεύματος πλοῦτον ἐθησαυρίσατε, χάριν ἰαμάτων, λαβόντες ἐκ τῆς Πηγῆς, τῆς τῶν χαρισμάτων· ᾗ νῦν προσχωρήσαντες, αἰωνίως ἀναπαύεσθε. Νικήσαντες Ὅσιοι, τὰς μηχανὰς τοῦ δράκοντος, ἐπὶ τέλει τῶν ἄθλων ἀνηγορεύθητε, τῆς δικαιοσύνης στεφάνους, παρὰ Χριστοῦ, λαβόντες ἀξίως· ὃν νῦν δυσωπήσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.