ΞΕΝΟΥΝ ΤΗΝ ΧΗΡΑΝ ΣΟΦΕ, ΑΣΥΓΓΝΩΣΤΟΝ ΦΑΣΚΟΝΤΑ


Ξενοῦν τὴν χήραν Σοφέ, ἀσύγγνωστον φάσκοντα, τῶν ἐξ αὐτῆς ξένον σε ποιεῖ, ἐκ τῆς βασιλίδος ἡ πάντολμος γυνή, ξένη θείας χάριτος, ξενώσει χρηματίσασα, τῶν σοφῶν διδαγμάτων σου.

Ἀλλ᾿ ἐπανῆλθες ἡδύς, ὡς ἥλιος νέφεσιν, ἀποκρυβεὶς μέγιστε φωστήρ, καταφωσφορῶν φωταυγίᾳ μυστικῇ, τῶν χρυσῶν δογμάτων σου, τοὺς φωτισθέντας ἅπαντας, Ἰωάννη Χρυσόστομε.

Διαίρω σοι τὰς ἐμάς, παλάμας Χρυσόστομε, περιβολαῖς ἔνδον σε λαβεῖν, τὸν νυμφαγωγόν, ἐπανήκοντα λαμπρῶς, φίλτρον ὡς χρόνιον, ἡ Ἐκκλησία κράζει σοι, ἑορτάζουσα σήμερον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ