Σήμερον ὑπέδειξας, τὴν σην Θεότητα Κύριε, τοῖς σεπτοῖς Ἀποστόλοις σου, Μωσεῖ σὺν Ἠλίᾳ τε, ὡς Θεὸς τοῦ νόμου, καὶ χάριτος πέλων, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τοῦ θανάτου νῦν τῆς χειρώσεως, μεθ' ὧν σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Σήμερον ἐξέλαμψας, φωτοειδὴς ὑπὲρ ἥλιον, τηλαυγῶς ἐν ὄρει Θαβώρ, δεικνύων τοῖς φίλοις σου, ὅτι σὺ ὑπάρχεις, ἀπαύγασμα δόξης, ὁ τὴν οὐσίαν τῶν βροτῶν, δι' εὐσπλαγχνίαν φορέσας Κύριε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Σήμερον ἀγάλλονται, οἱ ἐπουράνιοι Ἄγγελοι, σὺν βροτοῖς ἑορτάζοντες, Χριστέ σου τὴν ἔλλαμψιν, τὴν φρικτὴν καὶ θείαν, τὴν ἐν Θαβωρίῳ ἐν ᾧ παρέστησας Μωσῆν, καὶ τὸν Ἠλίαν Σωτὴρ φιλάνθρωπε, καὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην ὑμνοῦντάς σε, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ καὶ Θεὸς ἡμῶν. Ὁ τὴν Εἰκόνα Χριστοῦ σαφῶς τιμήσας, ὅτε τὸ λεόντειον θράσος ἐμαίνετο, καὶ τοὺς λαοὺς διεκλόνησεν, ἀνακαινίζον, τοῦ Κοπρωνύμου ἄθεον αἵρεσιν, τότε τοῦτο Πάνσοφε, σ...