ΕΠΙ ΣΕ ΠΑΤΕΡ Η ΠΑΜΦΩΤΟΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΧΑΡΙΣ ΕΠΑΝΕΠΑΥΣΑΤΟ
Ἐπὶ σὲ Πάτερ ἡ παμφωτος τοῦ Πνεύματος, χάρις ἐπανεπαύσατο, καὶ ἐνεργείας παραδόξους ἔδειξεν ἐν σοί, βοῶντι καὶ ψάλλοντι πιστῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥωμαλέῳ τῷ φρονήματι διήνυσας, τὸν δρόμον τῆς ἀσκήσεως, καὶ ἐπὶ τέλει τῶν ἀγώνων, Μάρτυς ἀληθῶς, ἐγένου κραυγάζων τῷ Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὥσπερ παῖδές σοι οἱ μύσται χρηματίσαντες, πατρὶ συνηγωνίζοντο, καὶ ἐν σπηλαίῳ καρτεροῦντες, ἤθλησαν σὺν σοί, συμφώνως κραυγάζοντες Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.