ΣΗΜΕΡΟΝ ΥΠΕΔΕΙΞΑΣ, ΤΗΝ ΣΗΝ ΘΕΟΤΗΤΑ ΚΥΡΙΕ
Σήμερον ὑπέδειξας, τὴν σην Θεότητα Κύριε, τοῖς σεπτοῖς Ἀποστόλοις σου, Μωσεῖ σὺν Ἠλίᾳ τε, ὡς Θεὸς τοῦ νόμου, καὶ χάριτος πέλων, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τοῦ θανάτου νῦν τῆς χειρώσεως, μεθ' ὧν σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Σήμερον ἐξέλαμψας, φωτοειδὴς ὑπὲρ ἥλιον, τηλαυγῶς ἐν ὄρει Θαβώρ, δεικνύων τοῖς φίλοις σου, ὅτι σὺ ὑπάρχεις, ἀπαύγασμα δόξης, ὁ τὴν οὐσίαν τῶν βροτῶν, δι' εὐσπλαγχνίαν φορέσας Κύριε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Σήμερον ἀγάλλονται, οἱ ἐπουράνιοι Ἄγγελοι, σὺν βροτοῖς ἑορτάζοντες, Χριστέ σου τὴν ἔλλαμψιν, τὴν φρικτὴν καὶ θείαν, τὴν ἐν Θαβωρίῳ ἐν ᾧ παρέστησας Μωσῆν, καὶ τὸν Ἠλίαν Σωτὴρ φιλάνθρωπε, καὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην ὑμνοῦντάς σε, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ καὶ Θεὸς ἡμῶν.
Ὁ τὴν Εἰκόνα Χριστοῦ σαφῶς τιμήσας, ὅτε τὸ λεόντειον θράσος ἐμαίνετο, καὶ τοὺς λαοὺς διεκλόνησεν, ἀνακαινίζον, τοῦ Κοπρωνύμου ἄθεον αἵρεσιν, τότε τοῦτο Πάνσοφε, σαφῶς διήλεγξας, σῇ παρρησίᾳ χρησάμενος, συνηθροισμένης, Ἀρχιερέων τῆς συνελεύσεως· ὅθεν ἐγνώσθης γενναιότατος, στρατιώτης Χριστοῦ παμμακάριστε, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ οὐρανίαις μοναῖς ἐνῳκισμένος, ὅτε τὴν ἀτίθασον γνώμην καὶ ἄθεον, ὁ δυσσεβὴς ἐνεδείξατο, ὑπερορίαις, καταδικάσας τὴν σὴν στερρότητα, τότε τὸν Παράδεισον· ὅθεν πεπτώκαμεν μόνην πατρίδα θεσπέσιε, σαφῶς γινώσκων, μέτ' εὐφροσύνης χαίρων ὑπέμεινας· ὅθεν δικαίως τὴν ἀκήρατον, ἠξιώθης ζωὴν κατοπτεῦσαι Χριστόν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Πυρίνῃ γλώσσῃ πανσόφως κεχρημένος, ὅτε μιξοβάρβαρον νόμον ἐθέσπισε, μὴ προσκυνεῖσθαι κελεύοντα, τὴν σεβασμίαν, Χριστοῦ Εἰκόνα Λέων ὁ τύραννος, τότε σὺ τόν ἔνθεον νόμον ἀντέθηκας, ὡς διαβαίνει προσκύνησις, ἡ τῆς εἰκόνος, ὣς πού τις ἔφη πρὸς τὸ ἀρχέτυπον, καὶ τῷ σῷ λόγῳ ὡς ἐμβρόντητος, ἀπεφάνθη ὁ θὴρ ὁ δυσώνυμος, πανσεβάσμιε Πάτερ, θεορρῆμον ἱερώτατε.
Ὁ πάλαι τῷ Μωσεῖ συλλαλήσας, ἐπὶ τοῦ ὄρους Σινᾶ διὰ συμβόλων. Ἐγὼ εἰμι, λέγων ὁ Ὤν, σήμερον ἐπ' ὅρους Θαβώρ, μεταμορφωθεὶς ἐπὶ τῶν Μαθητῶν, ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην ἀναλαβοῦσαν οὐσίαν, καὶ τῆς τοιαύτης χάριτος, μάρτυρας παραστησάμενος Μωϋσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης, προμηνύοντας τὴν ἔνδοξον διὰ Σταυροῦ, καὶ σωτήριον Ἀνάστασιν.