Αναρτήσεις

ΑΠΕΣΤΑΛΗ ΕΞ ΟΥΡΑΝΟΥ ΓΑΒΡΙΗΛ.....

Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐαγγελίσασθαι τὴ Παρθένω τὴν σύλληψιν, καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἑλογίζετο ἐν ἑαυτῷ, τῶ θαῦμα ἐκπληττόμενος, ὅτι, Πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὧν, ἐκ παρθένου τίκτεται! ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γήν, ἐν μήτρᾳ χωρεῖται γυναικός! ὧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα ἀτενίσαι οὗ δύνανται, λόγῳ μόνω ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε, Θεοῦ ἐστι Λόγος ὁ παρών. Τὶ οὖν ἵσταμαι, καὶ οὐ λέγω τὴ Κόρη; Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ, χαῖρε ἁγνὴ Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε, χαῖρε Μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

ΜΕΣΟΝ ΓΗΣ ΥΠΕΜΕΙΝΑΣ, ΣΤΑΥΡΟΝ ΚΑΙ ΠΑΘΟΣ ΟΙΚΤΙΡΜΟΝ.....

Μέσον γὴς ὑπέμεινας, Σταυρὸν καὶ Πάθος οἰκτίρμον, πᾶσι τὴν ἀπάθειαν, καὶ τὴν ἀπολύτρωσιν παρεχόμενος, μεσασμῶ σήμερον, Νηστειῶν ἅπαντες, διὰ τοῦτο εἰς προσκύνησιν, αὐτὸν προτίθεμεν, καὶ περιχαρῶς ἀσπαζόμεθα, ἰδεῖν σου τὰ Παθήματα, καὶ τὴν ζωηφόρον Ἀνάστασιν, ἐκλελαμπρυσμένοι, ταὶς θείαις ἀρεταὶς Λόγε Θεοῦ, ἀναδειχθείημεν ἅπαντες, μόνε πολυέλεε. Νεκρὸς ἐχρημάτισας, ἐπὶ σταυροῦ ἡπλωμένος, καὶ λόγχη νυττόμενος, καὶ χολὴν Μακρόθυμε ποτιζόμενος, ὁ Μερρὰς ὕδατα, ἐν χειρὶ Δέσποτα, Μωϋσέως εἰς γλυκύτητα, μεταβαλόμενος, ὅθεν δυσωπῶ σὲ καὶ δέομαι. Τὰ πάθη τὰ πικρότατα, ἐκ τῆς διανοίας μου ἔκτιλον, καὶ τῆς μετανοίας, τῶ μέλι τὶ γλυκάνας μου τὸν νοῦν, προσκυνητήν μὲ ἀνάδειξον, τοῦ τιμίου Πάθους σου.

...EN ΤΩ ΜΗΝΙ ΤΩ ΕΚΤΩ, ΑΠΕΣΤΑΛΗ.....ΚΥΡΙΟΣ ΜΕΤΑ ΣΟΥ....

Τῶ ἕκτῳ μηνί, ὁ Ἀρχιστράτηγος ἀπεστάλη πρὸς σὲ τὴν Παρθένον καὶ Ἁγνήν, μηνύσαί σοὶ τὸν λόγον τῆς σωτηρίας, ἅμα δὲ καὶ καλέσαι σε, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ, τέξη Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, ὃς σώσει τὸν λαὸν αὐτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν. Ἐν τῷ μηνὶ τῶ ἕκτῳ, ἀπεστάλη οὐρανόθεν Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐν πόλει τῆς Γαλιλαίας Ναζαρέτ, κομίσαι τὴ Κόρη χαρὰς εὐαγγέλια, καὶ προσελθῶν πρὸς αὐτὴν ἐβόησε λέγων, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, χαῖρε δοχεῖον τῆς ἀχωρήτου φύσεως, ὃν γὰρ οὐρανοὶ οὐκ ἐχώρησαν, ἡ νηδύς σου κεχώρηκεν εὐλογημένη, Χαῖρε σεμνή, τοῦ Ἀδὰμ ἡ ἀνάκλησις, καὶ τῆς Εὔας ἡ λύτρωσις, καὶ χαρὰ τοῦ κόσμου, καὶ ἀγαλλίασις τοῦ γένους ἡμῶν. Ἀπεστάλη Ἄγγελος Γαβριήλ, οὐρανόθεν ἐκ Θεοῦ, πρὸς Παρθένον ἀμόλυντον, εἰς πόλιν τῆς Γαλιλαίας Ναζαρέτ, εὐαγγελίσασθαι αὐτὴ τοῦ ξένου τρόπου τὴν σύλληψιν, Ἀπεστάλη δοῦλος ἀσώματος, πρὸς ἔμψυχον πόλιν καὶ πύλην νοεράν, μηνύσαι Δεσποτικῆς παρουσίας τὴν συγκατάβασιν, Ἀπεστάλη στρατιώτης οὐράνιος, πρὸς τὸ ἔμψυχον τῆς δόξης Παλάτιον, ...

ΟΝ ΠΑΛΑΙ ΜΩΫΣΗΣ ΠΡΟΤΥΠΩΣΑΣ.....ΣΩΤΗΡΙΟΝ ΑΝΑΣΤΑΣΙΝ...

Ὃν πάλαι Μωϋσῆς προτυπώσας, ἐν ταῖς παλάμαις αὐτοῦ, κατετροποῦτο τὸν Ἀμαλήκ, μέγαν Σταυρόν, σήμερον ἐπ' ὄψει ἡμῶν βλέποντες, λαοὶ προτεθέντα, φρικτῶς ψαύσωμεν ἐν ἁγνότητι νοῦ τε καὶ χειλέων, ἐν αὐτῷ γὰρ Χριστὸς ὑψώθη, ἀπονεκρώσας τὸν θάνατον, καὶ τῆς τοιαύτης χάριτος, ἅπαντες καταξιούμενοι, ἐν ὠδαῖς θεοπνεύστοις, τοῦ παντὸς τὸν Σωτήρα ὑμνολογοῦντες, προσευξώμεθα προφθᾶσαι, καὶ αὐτὴν τὴν σωτήριον Ἀνάστασιν.

ΔΟΞΟΛΟΓΙΑ ΕΠΙ ΤΗ ΕΘΝΙΚΗ ΕΟΡΤΗ

Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τὴ Θεοτόκω βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου Θεοτόκε, Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί, Χαῖρε νύμφη ἀνύμφευτε. Δόξα σοὶ τῶ δείξαντι τὸ Φῶς... · Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. · Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν. · Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν __, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. · Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοὺς ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπέρ τοῦ Κύριον ...

Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ....

Εικόνα
ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Συναξάριον Τὴ ΚΕ' τοῦ αὐτοῦ μηνός, ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Στίχοι · Ἤγγειλεν Υἱὸν Ἄγγελος τὴ Παρθένω, · Πατρὸς μεγίστης Βουλῆς μέγαν. · Γήθεο τὴ Μαρίη ἔφατ' Ἄγγελος εἰκάδι πέμπτη.

ΤΟΥ ΜΕΓΑΛΑΥΧΟΥ ΦΑΡΙΣΑΙΟΥ... ΥΨΩΣΙΝ, ΠΑΡΑ ΧΡΙΣΤΟΥ.....

Τοῦ μεγαλαύχου Φαρισαίου, τὴν ἐξ οἰήσεως ἐννοοῦσα ψυχή μου κατάκρισιν, καὶ τοῦ ταπεινόφρονος Τελώνου, τὴν δι' ἐξαγορεύσεως πταισμάτων, ἐπιγνοῦσα δικαίωσιν, τοῦ μὲν ἀποθέσθαι κατεπείγου, τὴν ἐπ ἀρετῆς προπέτειαν, τοῦ δὲ προλαβέσθαι, τὴν ἐφ' οἷς ἐπλημμέλησας ἐξομολόγησιν, διεγείρου τὴν ἀταπείνωτον σεαυτὴ καρπουμένη, διὰ μετριοπαθείας ὕψωσιν, παρὰ Χριστοῦ τοῦ ἔχοντος τὸ μέγα ἔλεος.