...EN ΤΩ ΜΗΝΙ ΤΩ ΕΚΤΩ, ΑΠΕΣΤΑΛΗ.....ΚΥΡΙΟΣ ΜΕΤΑ ΣΟΥ....

Τῶ ἕκτῳ μηνί, ὁ Ἀρχιστράτηγος ἀπεστάλη πρὸς σὲ τὴν Παρθένον καὶ Ἁγνήν, μηνύσαί σοὶ τὸν λόγον τῆς σωτηρίας, ἅμα δὲ καὶ καλέσαι σε, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ, τέξη Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, ὃς σώσει τὸν λαὸν αὐτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν.
Ἐν τῷ μηνὶ τῶ ἕκτῳ, ἀπεστάλη οὐρανόθεν Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐν πόλει τῆς Γαλιλαίας Ναζαρέτ, κομίσαι τὴ Κόρη χαρὰς εὐαγγέλια, καὶ προσελθῶν πρὸς αὐτὴν ἐβόησε λέγων, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, χαῖρε δοχεῖον τῆς ἀχωρήτου φύσεως, ὃν γὰρ οὐρανοὶ οὐκ ἐχώρησαν, ἡ νηδύς σου κεχώρηκεν εὐλογημένη, Χαῖρε σεμνή, τοῦ Ἀδὰμ ἡ ἀνάκλησις, καὶ τῆς Εὔας ἡ λύτρωσις, καὶ χαρὰ τοῦ κόσμου, καὶ ἀγαλλίασις τοῦ γένους ἡμῶν.
Ἀπεστάλη Ἄγγελος Γαβριήλ, οὐρανόθεν ἐκ Θεοῦ, πρὸς Παρθένον ἀμόλυντον, εἰς πόλιν τῆς Γαλιλαίας Ναζαρέτ, εὐαγγελίσασθαι αὐτὴ τοῦ ξένου τρόπου τὴν σύλληψιν, Ἀπεστάλη δοῦλος ἀσώματος, πρὸς ἔμψυχον πόλιν καὶ πύλην νοεράν, μηνύσαι Δεσποτικῆς παρουσίας τὴν συγκατάβασιν, Ἀπεστάλη στρατιώτης οὐράνιος, πρὸς τὸ ἔμψυχον τῆς δόξης Παλάτιον, προετοιμᾶσαι τῶ Κτίστη κατοικίαν ἄληκτον, καὶ προσελθῶν πρὸς αὐτὴν ἐκραύγαζε, Χαῖρε θρόνε πυρίμορφε, τῶν τετραμόρφων ὑπερενδοξοτέρα, Χαῖρε καθέδρα, Βασιλικὴ οὐράνιε, χαῖρε Ὄρος ἁλατόμητον, δοχεῖον πανέντιμον, ἐν σοὶ γὰρ πᾶν τὸ πλήρωμα κατώκησε, τῆς θεότητος σωματικῶς, εὐδοκία Πατρός ἀϊδίου, καὶ συωεργεία τοῦ Ἁγίου Πνεύματος, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ