ΜΕΣΟΝ ΓΗΣ ΥΠΕΜΕΙΝΑΣ, ΣΤΑΥΡΟΝ ΚΑΙ ΠΑΘΟΣ ΟΙΚΤΙΡΜΟΝ.....

Μέσον γὴς ὑπέμεινας, Σταυρὸν καὶ Πάθος οἰκτίρμον, πᾶσι τὴν ἀπάθειαν, καὶ τὴν ἀπολύτρωσιν παρεχόμενος, μεσασμῶ σήμερον, Νηστειῶν ἅπαντες, διὰ τοῦτο εἰς προσκύνησιν, αὐτὸν προτίθεμεν, καὶ περιχαρῶς ἀσπαζόμεθα, ἰδεῖν σου τὰ Παθήματα, καὶ τὴν ζωηφόρον Ἀνάστασιν, ἐκλελαμπρυσμένοι, ταὶς θείαις ἀρεταὶς Λόγε Θεοῦ, ἀναδειχθείημεν ἅπαντες, μόνε πολυέλεε.
Νεκρὸς ἐχρημάτισας, ἐπὶ σταυροῦ ἡπλωμένος, καὶ λόγχη νυττόμενος, καὶ χολὴν Μακρόθυμε ποτιζόμενος, ὁ Μερρὰς ὕδατα, ἐν χειρὶ Δέσποτα, Μωϋσέως εἰς γλυκύτητα, μεταβαλόμενος, ὅθεν δυσωπῶ σὲ καὶ δέομαι. Τὰ πάθη τὰ πικρότατα, ἐκ τῆς διανοίας μου ἔκτιλον, καὶ τῆς μετανοίας, τῶ μέλι τὶ γλυκάνας μου τὸν νοῦν, προσκυνητήν μὲ ἀνάδειξον, τοῦ τιμίου Πάθους σου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ