ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας, γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνὴ ᾧ ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα μυστήριον τοῦ τόκου σου. Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου, καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον, Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Δόξα...
Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροὶ ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.
Καὶ νῦν...
Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι' ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα, τῶν μελῳδούντων Ἁγνή. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ