Αναρτήσεις

Ὑπὲρ ἔννοιαν ὤφθη, τὰ τῶν θείων Μαρτύρων ἀνδραγαθήματα· ὁ Κτίστης γὰρ τῶν ὅλων, τὴν κτίσιν ὑποτάττει, τοῖς ἐν ἄθλοις κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεος εὐλογητὸς εἶ. Φληναφοῦντα ἐμφράττει, ἡ ἀοίδιμος Κόρη τυράννων στόματα, τερθρείαις παρανόμοις, ἐν πνεύματι Ἁγίῳ, θεϊκῶς ἀντιμέλπουσα. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ἡ τριὰς τῶν Ὁσίων, τοὺς ἐκκαύσαντας πάλαι φλέγει τὴν κάμινον· νυνὶ δὲ ἡ θεόφρων, Τριάδα ἀνυμνοῦσα, ὑπηρέτας ἐζώγρησε, τὸν τῶν Πατέρων Θεόν, ὑμνοῦντας εἰς αἰῶνας. Μυστικῶς ὁ νυμφίος, πρὸς τὴν πάναγνον νύμφην, ἐν τῇ καμίνῳ μολών, τοῦ Πνεύματος τῇ δρόσῳ, Πατρὸς εὐδοκία, διεσώσατο ψάλλουσαν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοι· καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾽ ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Τοῦ μαρτυρίου τὴν σκηνὴν Θεὸς παρέδειξε, καὶ ὁ θεσπέσιος Μωσῆς ἐν γῇ ἐπήξατο, καὶ ναὸν ἐγκαινίζει Σολομὼν ἐν θυσίαις· ἡμεῖς δὲ ἐπὶ τὴν νέαν Ἱερουσαλήμ, τῇ πίστει καταφυγόντες δαυϊτικῶς, δῶμεν θείαν ἀνύμνησιν, τῷ Σταυρωθέντι δι' ἡμᾶς, αἰτούμενοι συγχώρησιν, πάντων ὧν περ ἡμάρτομεν.

Τὸν ἐγκαινισμὸν τελοῦντες, τοῦ πανιέρου ναοῦ τῆς σῆς Ἀναστάσεως, σὲ δοξάζομεν Κύριε, τὸν ἁγιάσαντα τοῦτον, καὶ τελειώσαντα τῇ αὐτοτελεῖ σου χάριτι· καὶ τερπόμενον ταῖς ἐν αὐτῷ ἱερουργουμέναις, ὑπὸ πιστῶν μυστικαῖς καὶ ἱεραῖς τελεταῖς· καὶ προσδεχόμενον ἐκ χειρὸς τῶν δούλων σου, τὰς ἀναιμάκτους καὶ ἀχράντους θυσίας· ἀντιδιδόντα τε τοῖς ὀρθῶς προσφέρουσι, τὴν τῶν ἁμαρτημάτων κάθαρσιν, καὶ τὸ μέγα ἔλεος.

Μερισμὸν οὐχ ὑπέστη, θεία ξυνωρὶς τῶν μαρτύρων αὐτάδελφος· τῇ γὰρ ἀμερίστῳ, καὶ Ἁγίᾳ Τριάδι πιστεύσασα, ἐν μιᾷ ἐλπίδι, τοὺς μερισμῷ πλάνης ἀτόπου, συσχεθέντας συνῆψεν ἐν χάριτι. Ἀληθείας σπαρτίῳ, τῷ λαξευτηρίῳ τε τῆς θείας γνώσεως, τὰς λιθώδεις φρένας, εὐσεβῶς ἀθλοφόροι λαξεύοντες, ναοὺς τῆς Τριάδος, πανευσεβῶς ἐνθέῳ σθένει, ἀπειργάσασθε λάμψει τοῦ Πνεύματος. Ῥιζοτόμοι κακίας, πάσης ἀνεδείχθητε μάρτυρες ἔνδοξοι, φυτουργοὶ δὲ πάσης, εὐσεβείας καὶ λόγοις καὶ πράγμασι, τὸν ἐκφύντα κλάδον, τοῦ Ἱεσσαὶ ἐκ ῥίζης θείας, ἐν ἀβάτοις καρδίαις φυτεύσαντες.

Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.

Ῥωννύμεθα προσψαύοντες, τοῖς ἱεροῖς πανόλβιοι, ὑμῶν λειψάνοις ἐν πίστει, κατ᾽ ἄμφω Λαῦρε καὶ Φλῶρε. Ἀλλ' ὦ μεγαλομάρτυρες, μνείαν ἡμῶν πρὸς Κύριον, ποιεῖτε ᾧ παρίστασθε, τῶν τὴν ὑμῶν ἐκτελούντων, λαμπρὰν καὶ πάμφωτον μνήμην.