Αναρτήσεις

Ὡραῖος τοῖς ἀγῶσιν ἀποφανθείς, πρὸς ὡραίους νυμφῶνας ἐσκήνωσας, ἀποτμηθείς,

Ἰάσεις ἀναβλύζεις παντοδαπάς, καὶ νοσήματα παύεις βαρύτατα, πρὸ τοῦ Χριστοῦ, χάριν κομισάμενος ἀληθῆ, καλῶς ἀγωνισάμενος, καὶ καταπαλαίσας τοὺς δυσμενεῖς, θεόφρον ἀθλοφόρε, Ἀγγέλων συμπολῖτα, καὶ τῶν μαρτύρων ἀκροθίνιον. Ὡραῖος τοῖς ἀγῶσιν ἀποφανθείς, πρὸς ὡραίους νυμφῶνας ἐσκήνωσας, ἀποτμηθείς, ξίφει τὴν ἁγίαν σου κεφαλήν, ἣν Ἰησοῦς κατέστεψε, νίκης διαδήματι εὐπρεπεῖ, φωστὴρ τῆς Ἐκκλησίας, κραταίωμα καὶ κλέος, τῶν εὐσεβῶς μακαριζόντων σε. Συνέτριψας τὸ κράτος τοῦ πονηροῦ, Εὐτυχῆ ἀθλοφόρε πανεύφημε, καὶ κατ' αὐτοῦ τρόπαιον ἐστήσω νεανικῶς, καὶ νικητὴς πανάριστος, ἤδη χρηματίζεις ἐν οὐρανοῖς, τῷ θρόνῳ τῆς Τριάδος, πολλῇ σὺν παρρησίᾳ, λελαμπρυσμένος παριστάμενος. Ἡ μνήμη σου ἡ θεία καὶ φωταυγής, ὑπὲρ ἥλιον πάσιν ἐξέλαμψε, φωτιστικαῖς, λάμψεσι φωτίζουσα τοὺς πιστῶς, καὶ εὐσεβῶς ἑκάστοτε, ταύτην ἑορτάζοντας Εὐτυχῆ· ἐν ᾗ σε δυσωποῦμεν, ὡς ἔχων παρρησίαν, τὴν σωτηρίαν ἡμῶν αἴτησαι.

Θεοῦ ἐπινεύσεσι, τὸ πῦρ ἐσβέσθη τὸ εἰς ἀπώλειαν, ἐξαφθὲν σοι θεόφρον·

Θεοῦ ἐπινεύσεσι, τὸ πῦρ ἐσβέσθη τὸ εἰς ἀπώλειαν, ἐξαφθὲν σοι θεόφρον· ἐξ οὐρανοῦ γὰρ βροντὴ ἠκούετο, καὶ χιονώδεις σταγόνες ἐπέμποντο, τοὺς ἀγνοοῦντας αὐτόν κατακαλύπτουσαι. Εὐτόνως ξεόμενος, εὐώδη μύρα μάρτυς ἀπέπεμπες, εἰς ὀσμὴν παθημάτων· τοῦ κενωθέντος καὶ γὰρ ἐπέδραμες, Λόγου καὶ Κτίστου, πρὸς ὃν ἀνεκραύγαζες· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὁ βίος σου ἄμωμος, ἡ μαρτυρία σοφὲ πανθαύμαστος, καὶ σωτήριος πᾶσι, τοῖς προσιοῦσιν ἡ τῶν λειψάνων σου, ἁγία θήκη, ἰάσεις πηγάζουσα, καὶ μολυσμοῦ τῶν παθῶν πολλοὺς ἐξαίρουσα.

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου παράλαβέ μου τὸ πνεῦμα.

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου παράλαβέ μου τὸ πνεῦμα.

Ὁ Σαμουὴλ ὑμνείσθω, ὁ πρὸ συλλήψεως δοθείς, δοτὸς Θεῷ τῷ Ὑψίστῳ ὑπὸ μητρὸς πανευκλεοῦς, καὶ βασιλεῖς χρίων οὗτος, ὡς Ἱερεὺς καὶ Προφήτης.

Ὁ Σαμουὴλ ὑμνείσθω, ὁ πρὸ συλλήψεως δοθείς, δοτὸς Θεῷ τῷ Ὑψίστῳ ὑπὸ μητρὸς πανευκλεοῦς, καὶ βασιλεῖς χρίων οὗτος, ὡς Ἱερεὺς καὶ Προφήτης.

Περιβλέπτῳ πολιτείᾳ, ἱερῶς ἐγκοσμούμενος,

Περιβλέπτῳ πολιτείᾳ, ἱερῶς ἐγκοσμούμενος, τοῦ Θεοῦ τοὺς νόμους, τοὺς σωτηριώδεις πεπίστευσαι, τῷ Ἰσραὴλ διαγγέλλειν παραβαίνοντι, καὶ τὸν εὔσπλαγχνον, διηνεκῶς παροργίζοντι. Ὁ Ἠλεὶ παρανομούντων, τῶν υἱῶν κατακρίνεται, καὶ δικαίᾳ ψήφῳ, θείας λειτουργίας ἀπείργεται, ὁ ἱερὸς Σαμουὴλ δὲ ὡς ὑπήκοος, τοῦ καλοῦντος, ἀπλάστῳ ψυχῇ εἰσοικίζεται. Νομικῶν διαταγμάτων, προϊστάμενος ἄριστα, Ἀαρὼν ὡς πάλαι, τῷ Παμβασιλεῖ ἐλειτούργησας, καὶ τὰς ἐννόμους θυσίας προσενήνοχας, προτυπούσας, Χριστοῦ τὴν σφαγήν τὴν σωτήριον. Τῷ παράφρονι λαῷ σου, Σαμουὴλ μὴ ἐμμένοντι, τοῦ Παμβασιλέως, θείαις προσταγαῖς χρίεις νεύματι, θεουργικῷ βασιλέα ὡς ᾐτήσατο, κερτομοῦντα, αὐτοῦ τὴν βουλήν τὴν ὑπέρφρονα.

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.