Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 24 Αυγούστου 2023

Ὡραῖος τοῖς ἀγῶσιν ἀποφανθείς, πρὸς ὡραίους νυμφῶνας ἐσκήνωσας, ἀποτμηθείς,

Ἰάσεις ἀναβλύζεις παντοδαπάς, καὶ νοσήματα παύεις βαρύτατα, πρὸ τοῦ Χριστοῦ, χάριν κομισάμενος ἀληθῆ, καλῶς ἀγωνισάμενος, καὶ καταπαλαίσας τοὺς δυσμενεῖς, θεόφρον ἀθλοφόρε, Ἀγγέλων συμπολῖτα, καὶ τῶν μαρτύρων ἀκροθίνιον. Ὡραῖος τοῖς ἀγῶσιν ἀποφανθείς, πρὸς ὡραίους νυμφῶνας ἐσκήνωσας, ἀποτμηθείς, ξίφει τὴν ἁγίαν σου κεφαλήν, ἣν Ἰησοῦς κατέστεψε, νίκης διαδήματι εὐπρεπεῖ, φωστὴρ τῆς Ἐκκλησίας, κραταίωμα καὶ κλέος, τῶν εὐσεβῶς μακαριζόντων σε. Συνέτριψας τὸ κράτος τοῦ πονηροῦ, Εὐτυχῆ ἀθλοφόρε πανεύφημε, καὶ κατ' αὐτοῦ τρόπαιον ἐστήσω νεανικῶς, καὶ νικητὴς πανάριστος, ἤδη χρηματίζεις ἐν οὐρανοῖς, τῷ θρόνῳ τῆς Τριάδος, πολλῇ σὺν παρρησίᾳ, λελαμπρυσμένος παριστάμενος. Ἡ μνήμη σου ἡ θεία καὶ φωταυγής, ὑπὲρ ἥλιον πάσιν ἐξέλαμψε, φωτιστικαῖς, λάμψεσι φωτίζουσα τοὺς πιστῶς, καὶ εὐσεβῶς ἑκάστοτε, ταύτην ἑορτάζοντας Εὐτυχῆ· ἐν ᾗ σε δυσωποῦμεν, ὡς ἔχων παρρησίαν, τὴν σωτηρίαν ἡμῶν αἴτησαι.