Αναρτήσεις

Επιτάφιος 2019

Εικόνα

Ὁρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ,

Ὁρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, Οἰκτίρμον πλαστούργημα;

Ἐξέτεινας Χριστέ, τὰς παλάμας ἐν Ξύλῳ, ἰώμενος πληγήν,

Ἐξέτεινας Χριστέ, τὰς παλάμας ἐν Ξύλῳ, ἰώμενος πληγήν, τοῦ Ἀδὰμ ταῖς πληγαῖς σου· διὸ ἱκετεύω σε, τὰς πληγάς μου θεράπευσον, ἃς ἀπέθετο, ἐν τῇ ψυχῇ μου ὁ πλάνος, καὶ ἀξίωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, Σωτὴρ θεραπεῦσαί σε.

Ἐγγίζει ὁ Κριτής, ἐπὶ θύραις τὸ τέλος

Ἐγγίζει ὁ Κριτής, ἐπὶ θύραις τὸ τέλος, γρηγόρησον ψυχή, καὶ ἐκ βάθους καρδίας, στενάξασα βόησον, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν· Ἐλευθέρωσον, τῶν φοβερῶν με βασάνων, καὶ ἐν τόπῳ με, τῆς ἀναπαύσεως τάξον, πανάχραντε Δέσποινα.

Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ εἰς μίαν, συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν

«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ εἰς μίαν, συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται». Ἀποστόλων Ἁγίων, τὴν παναγίαν συμφώνως, πανηγυρίσωμεν μνήμην, καὶ αὐτοὺς μέλψωμεν, ἐν εὐφροσύνῃ ψυχῆς· τὸν γὰρ ὑπεράγιον, καθικετεύουσι Λόγον, ἱλασμὸν δωρήσασθαι, ἡμῖν καὶ ἔλεος. Πολυθέου μανίας, τὴν σηπεδόνα σοβοῦντες, τοῦ λόγου ἅλατι θείῳ, τὰς ψυχὰς ἔνδοξοι, τὰς μωρανθείσας ποτέ, πάσας ὑγιώσατε, καὶ σεσωσμένας τῷ Κτίστῃ, πάντων παρεστήσατε· ὅθεν δοξάζεσθε. Ὁ κλεινὸς Ἡρῳδίων, Ῥοῦφος καὶ Ἄγαβος, Φλέγων, καὶ ὁ Ἀσύγκριτος ἅμα, καὶ Ἑρμῆς ᾄσμασι μακαριζέσθωσαν, γνήσιοι γενόμενοι, τοῦ Λυτρωτοῦ ἡμῶν φίλοι, καὶ σοφοὶ Ἀπόστολοι, καὶ θεῖοι κήρυκες.

Τῷ τοῖς λῃσταῖς περιπεσόντι, ὡμοιώθην ἐγὼ Δέσποτα τῶν ἁπάντων

Τῷ τοῖς λῃσταῖς περιπεσόντι, ὡμοιώθην ἐγὼ Δέσποτα τῶν ἁπάντων, τοῖς πταίσμασί μου περιπεσών, καὶ ὑπ' αὐτῶν ἀνηλεῶς κατετρώθην, ἀλλὰ μὴ ἐγκαταλίπῃς με ἀνιάτρευτον, ὁ οὐκ ἐκ Σαμαρείας, ἀλλ' ἐκ τῆς ἀχράντου Παρθένου παραγενόμενος, Ἰησοῦ τὸ σωτήριον ὄνομα, ἐλέησόν με.

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν, Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.