«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ εἰς μίαν, συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».
Ἀποστόλων Ἁγίων, τὴν παναγίαν συμφώνως, πανηγυρίσωμεν μνήμην, καὶ αὐτοὺς μέλψωμεν, ἐν εὐφροσύνῃ ψυχῆς· τὸν γὰρ ὑπεράγιον, καθικετεύουσι Λόγον, ἱλασμὸν δωρήσασθαι, ἡμῖν καὶ ἔλεος.
Πολυθέου μανίας, τὴν σηπεδόνα σοβοῦντες, τοῦ λόγου ἅλατι θείῳ, τὰς ψυχὰς ἔνδοξοι, τὰς μωρανθείσας ποτέ, πάσας ὑγιώσατε, καὶ σεσωσμένας τῷ Κτίστῃ, πάντων παρεστήσατε· ὅθεν δοξάζεσθε.
Ὁ κλεινὸς Ἡρῳδίων, Ῥοῦφος καὶ Ἄγαβος, Φλέγων, καὶ ὁ Ἀσύγκριτος ἅμα, καὶ Ἑρμῆς ᾄσμασι μακαριζέσθωσαν, γνήσιοι γενόμενοι, τοῦ Λυτρωτοῦ ἡμῶν φίλοι, καὶ σοφοὶ Ἀπόστολοι, καὶ θεῖοι κήρυκες.