Αναρτήσεις

ΑΣΤΗΡ ΔΙΑΛΑΜΠΩΝ ΘΕΙΩ ΦΩΤΙ

Ἀστὴρ διαλάμπων θείῳ φωτί, τῷ τῆς ἀληθείας ἀνεδείχθης μαρτυρικῶς, πάντας καταυγάζων τοὺς ἐν πίστει, εἰλικρινεῖ σε Ἑρμεία γεραίροντας. Διόλου τῇ νεύσει τῇ πρὸς Θεόν, πάντων ἀλογήσας, τῶν ἐν βίῳ Μάρτυς σοφέ, μαρτύρων ὑπέδυς τοὺς ἀγῶνας, καὶ τὸν ἐχθρὸν καταρράσσων ἐνίκησας. Ὡραῖος τὸ εἶδος καὶ τὴν ψυχήν, ὑπάρχων Ἑρμεία, ἐστρατεύθης τῷ Βασιλεῖ, τῷ ἐπουρανίῳ καὶ τοὺς τούτου, Μάρτυς εἰς τὸ τέλος ἐχθροὺς ἐταπείνωσας. Μὴ θύσας εἰδώλοις Μάκαρ τοὺς σούς, ἐθλάσθης ὀδόντας, σιαγόνας τῶν νοητῶν, συνθλάσας λεόντων, καὶ τῆς νίκης, ἀναδησάμενος στέφος ἀμάραντον.

Η ΑΠΡΟΣΜΑΧΗΤΟΣ ΧΑΡΙΣ, ΤΟΥ ΔΥΝΑΜΟΥΝΤΟΣ ΣΕ

Ἡ ἀπροσμάχητος χάρις, τοῦ δυναμοῦντός σε, ἐν ἀσθενείᾳ Μάρτυς, σοῦ τῆς φύσεως πᾶσι, τὴν δύναμιν δεικνύει· διὸ καὶ θνητῷ, σὲ ἐνίσχυσε σώματι, καταπαλαῖσαι τὸν ἄσαρκον κραταιῶς, καὶ λαβεῖν τὰ νικητήρια. Ταῖς τῶν αἱμάτων ῥανίσι, τῆς ἀθεΐας τὸ πῦρ, Μεγαλομάρτυς σβέσας, τὴν Χριστοῦ Ἐκκλησίαν, κατήρδευσας πλουσίως, καὶ τῶν πιστῶν, τὰς καρδίας ἐφώτισας, τῶν εὐσεβῶς σου τιμώντων τὸ Ἱερόν, καὶ σεβάσμιον μνημόσυνον. Ὡς ἀκαθαίρετος Πύργος, ταῖς προσβολαῖς τῶν ἐχθρῶν, οὐκ ἐσαλεύθης ὅλως, τὰς αὐτῶν δὲ καρδίας, συνέσεισας Ἑρμεία, καὶ τῷ μοχλῷ τῶν γενναίων ἀγώνων σου, ὡς εὐπερίτρεπτον τεῖχος, πάντων αὐτῶν, τὰ φρονήματα κατέαξας.

ΕΡΜΕΙΟΥ ΜΑΡΤΥΡΟΣ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου. Βάπτεις σεαυτὸν κογχύλῃ σῶν αἱμάτων, Ἑρμεία, τμηθεὶς· ὢ βαφῆς ἀνεκπλύτου! Ἑρμείαν τριακοστῇ ἄορ κατέκτανε πρώτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΔΥΣ ΜΕΝ ΟΙΑ ΠΕΡ ΑΣΤΗΡ

Ἔδυς μὲν οἷά περ ἀστήρ, ἀπὸ κόσμου, πρὸς Χριστὸν δὲ ἀνέτειλας, τὸν νοητὸν ἀληθῶς, δικαιοσύνης παμμάκαρ Ἥλιον, καὶ ὡς ἀκτῖνα τοῖς πιστοῖς, τὰς σὰς καταλέλοιπας, φωτοειδεῖς ἀρετάς, ἐλαυνούσας τῶν ψυχῶν ἀμαυρότητα. Τίμιος ἔναντι Θεοῦ, σοῦ ὁ θάνατος Ἰσαάκιε γέγονε· καὶ γὰρ ὁσίως ἐν γῇ, ἐπολιτεύσω τούτου προστάγματα, καὶ δικαιώματα σοφέ, τηρήσας ἀλώβητα· ὅθεν ἀνέτειλεν, ὡς δικαίῳ σοι τὸ φῶς τὸ ἀνέσπερον.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΣΑΑΚΙΟΥ, ΗΓΟΥΜΕΝΟΥ ΤΗΣ ΜΟΝΗΣ ΤΩΝ ΔΑΛΜΑΤΩΝ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Ψήφῳ Θεοῦ πρὸς θεῖον ἤρθη χωρίον, Γῆς, Ἰσαάκιος ἐκλιπὼν τὸ χωρίον. Θεῖον Ἰσαάκιον μόρος εἷλεν ἑνὶ τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νατάλιος ξίφει τελειοῦται. Ὁ ὅσιος Βαρλαὰμ ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι νεομάρτυρες Ῥωμανὸς καὶ Μελέτιος, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΠΑΥΣΑΣ ΜΟΝΗ ΓΥΝΑΙΚΩΝ

Ἔπαυσας μόνη γυναικῶν, τὴν ἀρὰν τῶν πρωτοπλάστων Θεόνυμφε, τὸν ἀπερίγραπτον, σαρκὶ τεκοῦσα περιγραφόμενον, ἐκαινοτόμησας θεσμούς, φύσεως ἀμόλυντε, τὰ διεστῶτα τὸ πρίν, παραδόξῳ μεσιτείᾳ σου ἥνωσας.

ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ

Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν