ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΑΙΓΙΝΗΣ
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱεράς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920. Νέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων, Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις. Ἀμφ' ἐνάτῃ Νεκταρίοιο ἐκ ῥεθέων θυμὸς ἤρθη. Τῇ αὐτῇ ἡμέρᾳ. μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου. Ἵπποις πρὸς Θεὸν Ὀνησιφόρε τρέχων Ἔχεις συνιππεύοντα καὶ τὸν οἰκέτην. Νύσσης οὐρανίης ἐπέβητ᾽ ἐνάτῃ ὦ Ἀθληταί. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης. Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοκτίστης τῆς Λεσβίας. Λέσβου τὸ θρέμμα παρθένος Θεοκτίστη Κτίστῃ Θεῷ πρόσεισι πάγκαλος νύμφη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Μητέρων ἡμῶν Εὐστολίας καὶ Σωπάτρας. Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία. Σωπάτρα Πατρός, Πνεύματός τε καὶ Λόγου Θρόνῳ παρ...