ΘΕΟΣΥΛΛΕΚΤΟΝ ΣΥΝΤΑΓΜΑ

Θεοσύλλεκτον σύνταγμα, ἱερώτατον στράτευμα, Ἐκκλησία ἔνθεος, δῆμος ἅγιος, φάλαγξ Μαρτύρων θεόπνευστος, ὡραία ὁμήγυρις, ἀρραγὴς συνασπισμός, ἀληθῶς ἀνεδείχθητε, ἀξιάγαστοι, καὶ τῆς ἄνω πολῖται ἐπαξίως, μητροπόλεως ἐντεῦθεν, χρεωστικῶς μακαρίζεσθε.

Σὺν Νικάνδρῳ Ἡσύχιον, Ἀθανάσιον Μάμαντα, θεῖόν τε Βαράχιον καὶ Καλλίνικον, καὶ Θεαγένην καὶ Νίκωνα, Λογγῖνον Θεόδωρον, Οὐαλέριον ὁμοῦ, καὶ Ξανθίαν Θεόδουλον καὶ Καλλίμαχον, καὶ Εὐγένιον πάντες συνελθόντες, σὺν τῷ θείῳ Θεοδόχῳ καὶ Ὀστρυχίῳ τιμήσωμεν.

Τὸν γενναῖον, Ἱέρωνα, τὸν κλεινὸν Ἐπιφάνιον, Μαξιμιανὸν ὁμοῦ καὶ Δουλκίτιον, Κλαυδιανὸν καὶ Θεόφιλον, τὸν θεῖον Γιγάντιον καὶ Δωρόθεον πιστῶς, καὶ Θεόδοτον μέλψωμεν, καὶ Καστρίκιον, καὶ Ἀνίκητον ἅμα θεμελίῳ, Εὐτυχίῳ τε συμφώνως, τῆς ἀληθείας τοὺς Μάρτυρας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ