«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν». Ἰάσεις ὁ τάφος σου, τοῦ Πνεύματος τῇ χάριτι, ἀναβλύζων ξηραίνει παθῶν ὀμβρήματα, πνεύματα τῆς πλάνης διώκει, φωταγωγεῖ πάντων τὰς καρδίας, Ἱλαρίων Ὅσιε, τῶν πιστῶς μακαριζόντων σε. Ὡς ῥόδον ἐξήνθησας, λειμῶνι τῆς ἀσκήσεως, ὡς ἡδύπνοον κρίνον, ὡς μῆλον εὔοσμον, καὶ κατευωδίασας πάντων, τῶν εὐσεβῶν ψυχὰς καὶ καρδίας, Ἱλαρίων ἔνδοξε, πρεσβευτὰ τῶν εὐφημούντων σε. Συμπάθειαν ἔσχηκας, ἀγάπην καὶ ταπείνωσιν, καὶ ἐλεημοσύνην, καὶ ἦθος ἄπλαστον, πίστιν ἀληθῆ καὶ ἐλπίδα, βίον σεμνὸν καὶ γνώμην εὐθεῖαν, Ἱλαρίων ἔνδοξε, Μοναζόντων ἐγκαλλώπισμα. Ἡ μνήμη σου σήμερον, ὡς ἥλιος ἀνέτειλεν, εὐσεβῶν τὰς καρδίας, φέγγει τῶν πόνων σου, καὶ ταῖς τῶν θαυμάτων ἀκτῖσιν, ὡς ἀληθῶς φωτίζουσα Πάτερ, ἐν ἧ πάντων μνήσθητι, τῶν πιστῶς μακαριζόντων σε.