ΚΑΜΙΝΟΣ ΠΟΤΕ, ΠΥΡΟΣ ΕΝ ΒΑΒΥΛΩΝΙ

«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Πρόσκαιρον λιπών, τοῦ βίου Πάτερ δόξαν, καὶ διαρρέουσαν ἀπόλαυσιν, κλέος ἀναφαίρετον, καὶ τρυφὴν τὴν ἀδιάρρευστον, ἐν οὐρανοῖς ἀπείληφας, κράζων νῦν · Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἅπαντα πενθῶν, τὸν σὸν διῆγες βίον· μακαρισμοῦ ὅθεν ἠξίωσαι, καὶ τῆς παρακλήσεως, ἧς μετέχουσιν οἱ Ὅσιοι, ἐν γῇ πραέων χαίρων, νῦν Ὅσιε ἐνσκηνώσας, ὡς νουνεχής τε καὶ φρόνιμος.

Τίμιος ὁ σός, Θεοῦ ἔναντι ὤφθη, θάνατος Πάτερ ἱερώτατε· αὐτοῦ γὰρ ἐτίμησας τὴν Εἰκόνα, καὶ ὑπήνεγκας τοὺς διωγμούς, θλιβόμενος Ὅσιε τῶν Τυράννων, Μάρτυς ἐν τούτῳ δεικνύμενος.

Ἔλυσας σαφῶς, τῶν ἁλιέων Πάτερ, τὴν ἀγανάκτησιν καὶ ἔπλησας, τούτους τοῦ θηράματος, οὗπερ πρώην ἀπετύγχανον, Θεοῦ καθυπακούσαντος, Ὅσιε τῶν εὐχῶν σου, ἱερουργὲ ἱερώτατε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ