Αναρτήσεις

ΕΠΟΜΒΡΙΑΙΣ ΠΑΝΑΧΡΑΝΤΕ, ΤΗΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΧΑΡΙΤΟΣ

Ἑπομβρίαις πανάχραντε, τῆς τοῦ Πνεύματος χάριτος, τὴν ἐμὴν διάνοιαν καταδρόσισον, ἡ τὴν σταγόνα κυήσασα, Χριστὸν τὸν τὴν ἄμετρον, ἀνομίαν τῶν βροτῶν, οἰκτιρμοῖς ἀποσμήχοντα, καὶ κατάκλυσον, τὴν πηγὴν τῶν παθῶν μου, καὶ χειμάρρου, καταξίωσον τρυφῆς με, τῇ ἀειζώῳ πρεσβείᾳ σου.

ΕΥΦΡΑΙΝΕΤΑΙ ΕΠΙ ΣΟΙ, Η ΕΚΚΛΗΣΙΑ ΣΟΥ ΧΡΙΣΤΕ

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα». Διέπρεψας εὐσεβῶς, ἔργῳ καὶ λόγῳ καὶ σεπτῷ χρίσματι, Μάρτυς Χριστοῦ Πάμφιλε, τῆς ἱερωσύνης θεόσοφε. Ὡς λύρα πανευπρεπής, ὁμολογίας ἐμμελῶς ᾄδουσα, φθόγγους Χριστοῦ Μάρτυρες, συγκεκροτημένοι γεγόνατε. Δραμόντες πρὸς τὸν σκοπόν, τῆς οὐρανίου καὶ σεπτῆς κλήσεως, ὡς νικηταὶ στέφανον, παρὰ τοῦ Δεσπότου εἰλήφατε.

ΚΟΛΑΣΤΗΡΙΟΝ ΦΟΒΕΡΟΝ ΠΡΟΚΕΙΜΕΝΩΝ

Κολαστηρίων φοβερῶν προκειμένων, οἱ τοῦ Κυρίου Ἀθληταὶ οἱ γενναῖοι, ἐν ἀπτοήτῳ χαίροντες φρονήματι, τούτοις προσωμίλησαν, τῆς σαρκὸς ἀλογοῦντες· ὅθεν ἐκληρώσαντο, αἰωνίζουσαν δόξαν, ὑπὲρ ἡμῶν πρεσβεύοντες ἀεί, τῶν εὐφημούντων αὐτῶν τὰ παλαίσματα.

ΦΙΛΗΣΑΣ ΧΡΙΣΤΟΥ, ΤΑ ΘΕΙΑ ΘΕΛΗΜΑΤΑ....

Φιλήσας Χριστοῦ, τὰ θεῖα θελήματα, ἐδείχθης Πιστῶν, ἀκέστωρ φιλόχριστος, γενναιόφρον Πάμφιλε, διὰ τοῦτο καὶ μακαρίζομεν, τὴν σεπτήν σου πανήγυριν. Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΙΔΟΥ ΕΞΕΛΑΜΨΕΝ Η ΦΩΣΦΟΡΟΣ, ΚΑΙ ΦΩΤΑΥΓΗΣ ΘΕΙΑ ΜΝΗΜΗ ΤΟΥ ΣΤΕΡΡΟΥ ΑΘΛΗΤΟΥ, ΠΑΜΦΙΛΟΥ ΤΟΥ ΘΕΟΚΗΡΥΚΟΣ

Ἰδοὺ ἐξέλαμψεν ἡ φωσφόρος, καὶ φωταυγὴς θεία μνήμη τοῦ στερροῦ ἀθλητοῦ, Παμφίλου τοῦ θεοκήρυκος, πάντων τὰς ὄψεις καὶ τὰς καρδίας καταυγάζουσα φέγγει τῷ ἀνεσπέρῳ. Περιχαρῶς, ὦ φιλέορτοι, δεῦτε συνδράμωμεν, καὶ τὴν τούτου θείαν ἡμέραν, ὡς καλὴν ἑορτὴν ἐνιαύσιον, τοῖς ᾄσμασι καταστέψωμεν, εὐλογοῦντες ὑμνοῦντες τὸν Κύριον, τὸν τοῦτον ἀξίως στεφανώσαντα· Πρεσβεύει γὰρ ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΠΑΜΦΙΛΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παμφίλου, καὶ τῶν σὺν αὐτῷ. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Παμφίλου, Οὐάλεντος, Παύλου, Σελεύκου, Πορφυρίου, Ἰουλιανοῦ, Θεοδούλου, Ἠλία, Ἱερεμίου, Ἡσαϊου, Σαμουήλ καὶ Δανιήλ. Ὑπὲρ τὸ πᾶν σε Πάμφιλος φιλῶν Λόγε, Καὶ τὴν τομὴν ἡγεῖτο τῆς κάρας φίλην. Παῦλον Σέλευκος, καὶ Σέλευκον Οὐάλης, Βλέπων τομῇ χαίροντα, τὴν τομὴν φέρει. Ἥλαντο πρὸς πῦρ Μάρτυρες θεῖοι δύο, Θείου πόθου πῦρ ἓν τρέφοντες οἱ δύο. Σταυροῦσι δοῦλοι τῆς πλάνης ἐπὶ ξύλου, Καὶ Θεόδουλον, δοῦλοι Ἐσταυρωμένου. Κλῆσεις Προφητῶν καὶ τελευτὰς Μαρτύρων, Αὐχοῦσι πέντε μάρτυρες τετμημένοι. Ἕκτῃ καὶ δεκάταῃ ξίφους τάμε Πάμφιλον ἀκμή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Μαρτυροπόλει, καὶ τοῦ Ὁσίου Μαρουθᾶ, τοῦ ἀνεγείραντος τὴν πόλιν ἐπ' ὀνόματι τῶν Μαρτύρων. Ἡ κλῆσις ἔργον μαρτυρωνύμῳ πόλει, Πολλῶν ἐν αὐτῇ μαρτυρησάντων ξίφει. Στέρξας Μαρουθᾶς τὸν Θεὸν σφόδρα σφόδρα, Θεῷ παραστάς, τέρπεται σφόδρα σφόδρα. ...

ΠΟΤΑΜΟΥ ΤΑ ΟΡΜΗΜΑΤΑ, ΤΟΥ ΤΗΣ ΧΑΡΙΤΟΣ ΚΗΡΥΚΟΣ, ΩΣ ΘΕΟΥ ΦΑΝΕΝΤΑ ΣΕ ΠΟΛΙΝ ΕΜΨΥΧΟΝ

Ποταμοῦ τὰ ὁρμήματα, τοῦ τῆς χάριτος κήρυκος, ὡς Θεοῦ φανέντα σε πόλιν ἔμψυχον, διαφερόντως εὐφραίνουσι, τὰ ἄρρητα ῥήματα, ἐπὶ γῆς τοῦ τῆς τρυφῆς, Παραδείσου πλουτήσαντος, οὗ καὶ γέγονας, δραστικὸς ὑπηρέτης, ἐκμανθάνων τὰ οὐράνια Παμμάκαρ, ἃ οὐκ ἐξὸν βροτοῖς φθέγξασθαι. Τὸ τῆς γνώμης ἐλεύθερον, καὶ ψυχῆς αὐτεξούσιον, εὐγενείᾳ πίστεως κατελάμπρυνας, τῆς ἐπιγείου δὲ Πάνσοφε, δουλείας ἀπήλλαξαι, καὶ τῇ ζεύγλῃ τοῦ Χριστοῦ, τὸν αὐχένα ὑπέκλινας· ὅθεν ἔδραμες, νοητῆς ἐκ δουλείας τοὺς ἀνθρώπους, ἀπαλλάττων καὶ προσάγων, ἐλευθερίᾳ τῆς χάριτος. Ὡς ἀκτῖνά σε Πάνσοφε, φεγγοβόλον ἐξήστραψεν, ὁ τοῦ κόσμου Ἥλιος καὶ Διδάσκαλος, τὴν οἰκουμένην λαμπρύνουσαν, φωτὶ τοῦ κηρύγματος, καὶ ταῖς θείαις ἀστραπαῖς, τὴν τῆς πλάνης σκοτόμαιναν, ἀφανίζουσαν, καὶ ποικίλων θαυμάτων ἐνεργείας, τῶν πιστῶν τὰς διανοίας, καταφαιδρύνουσαν ἔνδοξε.