Αναρτήσεις

ΩΣ ΑΚΑΤΑΠΛΗΚΤΟΝ ΤΟ ΣΟΝ, ΦΡΟΝΗΜΑ ΑΜΜΟΥΝ ΘΕΟΦΟΡΕ

Ὡς ἀκατάπληκτον τὸ σόν, φρόνημα Ἀμμοῦν θεοφόρε· καὶ γὰρ ἐξάρχων τοῦ χοροῦ, τῶν παρθένων, βασάνους οὐκ ἔπτηξας, σὺν αὐταῖς τελειούμενος, ὡς διάκονος καὶ μύστης τῆς θείας δόξης. Νυμφαγωγὸς οἷα σοφός, λόγοις ὑπαλείφεις ἀνδρείας, πρὸς τὸν νυμφίον ἀφορᾶν, καὶ σαρκὸς καρτερεῖν τὰ ἐπίπονα, κραυγαζούσας τὰς Μάρτυρας· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ. Μὴ ἀποκάμωμεν ἰδού, ἤνοικται τὸ στάδιον Κόραι· στῶμεν ἀνδρείως ὁ Χριστός, τοὺς στεφάνους προτείνει, τοῦ σώματος, ἑαυτῶν μὴ φεισώμεθα, ἀνεβόων αἱ γενναῖαι ἐν τῷ σταδίῳ.

ΤΑ ΑΝΩ ΖΗΤΩΝ, ΤΟΙΣ ΚΑΤΩ ΣΥΝΑΠΤΟΜΕΝΟΣ, ΚΑΙ ΑΡΜΑ ΠΥΡΟΣ, ΤΟΝ ΣΤΥΛΟΝ ΕΡΓΑΣΑΜΕΝΟΣ, ΔΙ΄ ΑΥΤΟΥ ΣΥΝΟΜΙΛΟΣ

Τὰ ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στῦλον ἐργασάμενος, δι᾿ αὐτοῦ συνόμιλος, τῶν Aγγέλων γέγονας Ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῶ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΚΑΤΕΝΟΗΣΑ ΠΑΝΤΟΔΥΝΑΜΕ ΤΗΝ ΣΗΝ ΟΙΚΟΝΟΜΙΑΝ, ΚΑΙ ΜΕΤΑ ΦΟΒΟΥ ΕΔΟΞΑΣΑ ΣΕ ΣΩΤΗΡ...

Κατενόησα Παντοδύναμε τὴν σὴν οἰκονομίαν, καὶ μετὰ φόβου ἐδόξασά σε Σωτήρ. Ἀπαρχὴν σοι ἐνιαύσιον, ὁ λαός σου προσφέρει, Ἀγγέλων ὕμνοις, δοξολογῶν σε Σωτήρ. Ὡς φιλάνθρωπος καταξίωσον, ἀρξαμένους τοῦ ἔτους, καὶ συμπληρῶσαι σοι εὐαρέστως Χριστέ. Παντοκράτορ μόνε Κύριε, τῶν ἐτῶν τὰς ἑλίξεις, γαληνιώσας τῷ κόσμῳ δώρησαι.

ΤΗΝ ΘΕΟΜΗΤΟΡΑ ΠΑΡΘΕΝΟΝ ΑΓΝΗΝ, ΕΝ ΕΤΩΝ ΠΕΡΙΟΔΟΙΣ ΚΑΙ ΕΛΙΞΕΣΟΝ, ΟΡΘΟΔΟΞΩΝ ΒΡΟΤΩΝ ΤΑ ΣΥΣΤΗΜΑΤΑ...

Τὴν Θεομήτορα Παρθένον ἁγνήν, ἐν ἐτῶν περιόδοις καὶ ἑλίξεσιν, ὀρθοδόξων βροτῶν τὰ συστήματα, ὑμνοῦμέν σε ὡς Θεοτόκον, καὶ πάντων σωτηρίαν.

ΤΥΠΟΝ ΤΗΣ ΑΓΝΗΣ ΛΟΧΕΙΑΣ ΣΟΥ, ΠΥΡΠΟΛΟΥΜΕΝΗ ΒΑΤΟΣ ΕΔΕΙΞΕΝ ΑΦΛΕΚΤΟΣ, ΚΑΙ ΝΥΝ ΚΑΘ' ΗΜΩΝ ΤΩΝ ΠΕΙΡΑΣΜΩΝ ΑΓΡΙΑΙΝΟΥΣΑΝ...

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν. Λόγε τοῦ Θεοῦ καὶ Δύναμις, ἡ ἀληθὴς Σοφία καὶ ἐνυπόστατος, ἡ συνέχουσα, καὶ κυβερνῶσα τὰ πάντα σοφῶς, καὶ τὸν νῦν ἐπιστάντα τοῖς δούλοις σου, καιρὸν ἐν καταστάσει, γαληνιώσῃ διεξάγαγε. Μόνη πρὸ αἰώνων πέφυκας, ὡς ποιητὴς αἰώνων καὶ βασιλεύουσα, τρισυπόστατε, μία θεότης ἀμέριστε, ταῖς λιταῖς τῆς ἁγνῆς Θεομήτορος, τὸν νικηφόρον, τῇ κληρουχίᾳ σου ἀνάδειξον.

ΝΑΟΥΣΙΝ ΙΑΣΕΩΝ ΚΡΟΥΝΟΥΣ ΤΟΙΣ ΧΡΗΖΟΥΣΙΝ, ΩΣ ΕΚ ΚΡΗΝΗΣ ΑΙ ΠΑΝΟΛΒΙΟΙ

Νάουσιν ἰάσεων κρουνοὺς τοῖς χρῄζουσιν, ὡς ἐκ κρήνης αἱ Πανόλβιοι, παύουσι λύμην νοσημάτων, παθῶν ἀποδιώκουσι καύσωνα, καρδίας τῶν φιλοθέων ἀρδεύουσι, πρός εὐκαρπίαν θείων πράξεων. Ὁ θεῖος διάκονος Ἀμμοῦν, Κελσίνα τε, καὶ πρὸς τούτοις τεσσαράκοντα, θεῖαι θεόφρονες γυναῖκες, ἀθλήσασαι νομίμως ἐστέφθησαν· καὶ νῦν μετὰ Ἀγγέλων χορεύουσιν, ἃς κατὰ χρέος μακαρίζομεν. Ὑψώθητε κράτος κατ᾿ ἐχθρῶν ἀράμεναι, Ἀγγέλοις ὡμοιώθητε, ξύλου τρυφᾶτε ἀκωλύτως, ζωῆς ἐν Παραδείσῳ θεόνυμφοι, πηγῆν νῦν τῶν καλῶν κατειλήφατε, ὑπὲρ τοῦ κόσμου ἱκετεύουσαι.

ΤΟΥ ΣΥΜΕΩΝ ΤΟΝ ΑΜΕΜΠΤΟΝ ΒΙΟΝ, ΠΟΙΑ ΓΛΩΣΣΑ ΑΝΘΡΩΠΩΝ ΕΞΑΡΚΕΣΕΙ ΠΟΤΕ, ΠΡΟΣ ΕΠΑΙΝΟΝ

Τοῦ Συμεὼν τὸν ἄμεμπτον βίον, ποία γλῶσσα ἀνθρώπων ἐξαρκέσει ποτέ, πρὸς ἔπαινον ἐξηγήσασθαι; ὅμως ὑμνήσω Θεοῦ σοφία, τὰ τοῦ ἥρωος ἆθλα καὶ τοὺς ἀγῶνας, τοῦ ἐν τῇ γῇ ὡς φωστῆρος φανέντος τοῖς πᾶσι βροτοῖς, καὶ μεγάλως τῇ καρτερίᾳ τῷ χορῷ τῶν Ἀγγέλων ἐκλάμψαντος· σὺν τούτοις γὰρ ψάλλων ἀπαύστως Χριστῷ, πρεσβεύων οὐ παύει ὑπὲρ πάντων ἡμῶν.