ΤΩ ΠΡΟ ΤΩΝ ΑΙΩΝΩΝ, ΕΚ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΙ

«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υιῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».

Τοῦ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀπορρήτως ἐκλάμψαντος, καὶ ἐκ Παρθένου ἐπ' ἐσχάτων, σαρκωθέντος ἀφράστως, Πατὴρ ὠνομάσθης ἔνδοξε, καὶ μυστηρίου φρικτοῦ θεωρός, Μάκαρ ἐχρημάτισας.

Ὂν αἱ ἄνω τάξεις, ὡς Θεὸν ἀπερίγραπτον τρέμουσι, τοῦτον τεχθέντα ἐκ Παρθένου, Ἰωσὴφ ταῖς χερσί σου, κρατεῖς καθαγιαζόμενος, τῇ ἐπαφῇ τῇ φρικώδει σοφέ· ὅθεν σε γεραίρομεν.

Ὕψος μυστηρίου, γενεαῖς μὴ γνωσθέντος ταῖς πρώην Σοφέ, κατεπιστεύθης τῇ καρδίᾳ, καθαρὸς δεδειγμένος· δι' οὗ ἅπαντες ἐσώθημεν, οἱ τὴν φωσφόρον καὶ θείαν πιστῶς, μνήμην σου δοξάζοντες.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ