ΟΙ ΠΑΙΔΕΣ ΕΥΣΕΒΕΙΑ
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς, προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».
Προρρήσεων τὸ πέρας τῶν ἐνθέων Προφητῶν, ἑώρακας· ὃν γὰρ ἐκήρυξαν Χριστόν, ἐλευσόμενον ἐκ Κόρης ἁγνῆς, ἐψηλάφησας, καὶ βρέφος κατενόησας, ὡς καθαρὸς τήν ψυχήν, Χριστοῦ θεράπων.
Ἀμέμπτῳ πολιτείᾳ, Ἰωσὴφ κεκοσμημένος ἔνδοξε, φύλαξ ἀμέμπτου ἀληθῶς, παρθενίας ἐχρημάτισας, καὶ Πατὴρ τοῦ τικτομένου Παιδὸς κέκλησαι, μεγαλυνθεὶς τῇ σεπτῇ προσηγορίᾳ.
Ῥήματι ὁ τεκταίνων οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, κέκληται τέκτονος Υἱός, σοῦ Παμμάκαρ ἀξιάγαστε, τοῦ ἀνάρχου σε, πατρὸς ὄντως δοξάσαντος, ὡς ἱερόν ὑπουργὸν τῶν ὑπὲρ λόγον.
Ἁγίως σου τὸν βίον, διανύσας Ἰωσὴφ πανάριστε, ἐν ταῖς λαμπρότησι νυνὶ τῶν Ἁγίων κατεσκήνωσας, ἁγιάζων τοὺς πιστῶς τὴν παναγίαν σου, ἐκτελοῦντας ἀεὶ καὶ θείαν μνήμην.