ΘΑΛΑΣΣΗΣ ΤΟ ΕΡΥΘΡΑΙΟΝ ΠΕΛΑΓΟΣ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».
Τεχθέντα τὸν ἀεὶ ὄντα Κύριον, καὶ σπαργανούμενον, σπαργανωθεὶς μαστίγων αἰκισμοῖς, εὐσεβῶς προσεκύνησας, καὶ πρὸς αὐτὸν Εὐθύμιε, μέτ' εὐθυμίας προσεχώρησας.
Ἐν φάτνῃ ἀνακλιθεὶς ὁ Κύριος, δῶρον γενέθλιον, τῶν σῶν αἱμάτων Μάκαρ τοὺς κρουνούς, καὶ πληγῶν σου τοὺς μώλωπας, ὑπὲρ χρυσὸν καὶ λίβανον, καὶ ὑπὲρ σμύρναν προσεδέξατο.
Χρυσὸν μὲν παρὰ τῶν Μάγων δέχεται, τεχθεὶς ὁ Κύριος, τῆς πρὸς αὐτὸν ἀγάπης δὲ τῆς σῆς, Ἱεράρχα τὸ γνήσιον, καὶ τὸ στερρὸν καὶ εὔτονον, τῆς ἀνενδότου καρτερίας σου.
Θανάτῳ τὸν τοῦ Δεσπότου θάνατον, ἐκμιμησάμενος, δεσποτικὰς ἐβόησας φωνάς, ὑπὲρ τῶν ἀναιρούντων σε, εἰλικρινῶς εὐχόμενος, Ἱεροφάντα πανσεβάσμιε.