ΕΧΩΝ ΠΟΛΙΤΕΙΑΝ ΙΣΑΓΓΕΛΟΝ

Ἔχων πολιτείαν ἰσάγγελον, ἀποχῇ τῶν ἡδονῶν, σκεῦος ἐδείχθης τοῦ Θεοῦ· διὰ τοῦτό σε σοφέ, Ἀρχιερέα τοῦ λαοῦ, τὸ θεῖον ἁρμοζόντως προχειρίζεται, καὶ στῦλον, καὶ ἑδραίωμα τῆς πίστεως, Τύχων δεικνύει θεόπνευστε, ὀρθοδοξίας ἐφ' ὕδατα, ποιμαίνοντα, σοῦ τὴν ποίμνην ἱερώτατε.

Θείας πεπλησμένος συνέσεως, ποίμνης ὤφθης λογικῆς, ταύτην ἐκτρέφων λογικῶς, ἐπὶ χλόην ἀληθῶν, δογμάτων πάνσοφε ποιμήν· διό σου, τὴν ἁγίαν νῦν πανήγυριν, τιμῶμεν, τὸν δοξάσαντά σε Κύριον, μεγαλοφώνως δοξάζοντες, Τύχων θεόφρον πανόλβιε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θαύμασι Θεὸς σε ἐδόξασεν, ὁ δοξάζων τοὺς αὐτόν, Πάτερ δοξάζοντας πιστῶς· ἐν καιρῷ γὰρ τῆς σεπτῆς, καὶ θείας μνήμης σου σοφέ, ὁρᾶται, βότρυς πέπειρος γενόμενος, ὑμνούντων, τῶν παρόντων τὰ παράδοξα, ἐξ οὗ οἱ πιστοὶ μετέχοντες, ἁγιασμὸν καὶ ὠφέλειαν, εἰσδέχονται, ἐπαξίως σε γεραίροντες.

Τὶς ὁ προσφυγὼν ἐν τῇ σκέπῃ σου, Θεοτόκε ἀειπάρθενε, ἀνύμφευτε ἁγνή, οὐ λαμβάνει τὴν ταχεῖαν, τῶν κακῶν ἀπαλλαγήν, εὑρίσκει, βοηθὸν σε ἀκαταίσχυντον, προστάτιν τε καὶ πύργον ἀρραγέστατον, Θεογεννῆτορ πανάμωμε, Χριστιανῶν ἡ ἀντίληψις, μεσίτευσον, τοῦ σωθῆναι τοὺς τιμῶντάς σε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ