ΤΙ ΣΕ ΟΝΟΜΑΣΩΜΕΝ

Τὶ σε ὀνομάσωμεν ἔνδοξε; τῆς Ἑλλάδος προσφοράν, ὡς ὡρμημένον ἀπ' αὐτῆς, τῆς Φοινίκης καθαρμόν, ὡς τεθυμένον ἐν αὐτῇ, φωστῆρα, ὡς ἐν σκότει ἐξαστράψαντα, γενναῖον, ὡς ἀήττητον τοῖς πλήττουσι. Πολύτροπός σου ἡ εὔκλεια, Λεόντιε παμμακάριστε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε ἀθλοφόρε προσείπωμεν, στρατιώτην τοῦ Χριστοῦ, ὡς καθαιρέτην τῶν ἐχθρῶν, βασιλέα τῶν παθῶν, ὡς εὐσεβείας ἀθλητήν, τροφέα, τῶν πεινώντων ὡς φιλόπτωχον, δικαίων, ἐραστὴν ὡς οὐρανόφρονα· Ποικίλα σου τὰ παθήματα, λαμπρότερα τὰ παλαίσματα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶς σε οὐ θαυμάσει Λεόντιε; ὅτι ἔνοικον λαβών, τῆς ἀληθείας τὴν πηγήν, ποταμοὺς εὐεργεσίας, ἀναβλύζεις τοῖς πιστοῖς, καὶ πᾶσιν, ἀναργύρως ἀνεπίφθονα, προσφέρεις τοῖς διψῶσι τὰ δωρήματα, εὐφραίνεις δὲ τοὺς μετέχοντας, ὑδάτων τῶν τῆς χρηστότητος, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ