ΞΕΝΟΠΡΕΠΩΣ, ΧΕΙΡΑΣ ΑΦΑΙΡΟΥΜΕΝΟΙ
Ξενοπρεπῶς, χεῖρας ἀφαιρούμενοι, τὰς αἰρομένας πρὸς τὸν Θεόν, τὸν τῶν ὅλων Κύριον, ἔχαιρον οἱ Μάρτυρες, δύναμιν δεχόμενοι, ἐξ οὐρανοῦ καὶ κραυγάζοντες, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὑπομονῇ, ἀνυποίστων Μάρτυρες, κολαστηρίων ἀληθῶς, λαμπρυνόμενοι ὡς χρυσός, κόσμος ὡραιότατος, ὤφθητε κραυγάζοντες· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Νεανικῶς, ξύλῳ ἀναρτώμενοι, καὶ σπαθιζόμενοι δεινῶς, οὐκ ᾐσθάνεσθε ἀληθῶς, πόνων τῶν κολάσεων, ἄνωθεν δεχόμενοι, τὴν ἀρωγὴν καὶ κραυγάζοντες· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.