ΙΝΑ ΣΤΕΦΟΣ ΑΜΑΡΑΝΤΙΝΟΝ...
Ἵνα στέφος ἀμαράντινον, καὶ φωταυγῆ παστάδα καὶ ὄλβον ἄσυλον, Μάρτυρες Χριστοῦ, ἐν οὐρανοῖς ἀπολάβητε, ἐν καμίνῳ καὶ λάκκῳ ἐβλήθητε, ἐν τούτῳ μακαρίως, τελειωθέντες ἀξιάγαστοι.
Ὥσπερ προσφοραὶ ὁλόκληροι, τῷ Βασιλεῖ τῶν ὅλων ἀνεκομίσθητε, Μάρτυρες Χριστοῦ, διὰ πυρὸς τελειούμενοι, καὶ λαμπρᾷ ὁμηγύρει συνήφθητε, τῶν ἄνω στρατευμάτων, μεθ' ὧν ὑμᾶς ἀεὶ γεραίρομεν.
Σῶμα καὶ ψυχὴν προσήξατε, θυσίαν ὄντως ζῶσαν Μεγαλομάρτυρες, τῷ ὑπὲρ ἡμῶν, Χριστῷ τυθέντι ὡς πρόβατον, καὶ σκηναῖς πρωτοτόκων εὐφραίνεσθε, Ἀλέξανδρε θεόφρον, καὶ Ἀντωνῖνα ἀξιάγαστε.